previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. νικῶν, ἐπεκάλει: Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα ὥσπερ που καὶ τὰ ἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα ῾οὐδὲν γὰρ αὐτῶν τὸ παράπαν ἠγνόεἰ, οὐ μέντοι καὶ κατὰ καιρὸν οὐδετέροις ἤμυνεν, ἀλλ᾽ ὑπό τε τοῦ ἔρωτος καὶ ὑπὸ τῆς μέθης οὔτε τῶν συμμάχων τι οὔτε τῶν πολεμίων [2] ἐφρόντισε. τέως μὲν γὰρ κάτω τε ἐτέτακτο καὶ τῶν πρωτείων ἐφίετο, ἐντόνως τοῖς πράγμασι προσεῖχεν: ἐπεὶ δὲ ἐν τῷ κράτει ἐγένετο, οὐκέτ᾽ οὐδενὸς [p. 276] αὐτῶν ἀκριβῶς ἐπεμελήθη, ἀλλὰ τῇ τε Κλεοπάτρᾳ καὶ τοῖς ἄλλοις Αἰγυπτίοις συνετρύφα, [3] μέχρις οὗ παντελῶς κατελύθη. ὀψὲ δ᾽ οὖν ποτε ἀναγκασθεὶς ἐξαναστῆναι ἔπλευσε μὲν πρὸς τὴν Τύρον ὡς καὶ βοηθήσων σφίσιν, ἰδὼν δὲ δὴ τὰ ἄλλα προκατειλημμένα ἐγκατέλιπεν αὐτούς, πρόφασιν τὸν τοῦ Σέξτου πόλεμον ποιησάμενος: καίτοι καὶ τῆς πρὸς ἐκεῖνον 1 βραδυτῆτος τὰ τῶν [4] Πάρθων σκηπτόμενος προεβάλλετο. καὶ οὕτως οὔτε τοῖς συμμάχοις διὰ τὸν Σέξτον δῆθεν οὔτε τῇ Ἰταλίᾳ δι᾽ ἐκείνους ἐπεκούρησεν, ἀλλὰ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας παρακομισθεὶς ἐς τὴν Ἑλλάδα διέβαλε, κἀνταῦθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ συμμίξας τόν τε Καίσαρα πολέμιον ἐποιήσατο [5] καὶ τῷ Σέξτῳ φιλίαν ἐσπείσατο. καὶ μετὰ τοῦτο ἐς τὴν Ἰταλίαν περαιωθεὶς Σειφοῦντα 2 μὲν ἔσχε, Βρεντέσιον δὲ μὴ ἐθελῆσάν οἱ προσχωρῆσαι ἐπολιόρκει.

1 e)kei=non Leuncl., e)kei/nous LM cod. Peir.

2 seifou=nta LM; but Dio probably srote *sipou=nta, the regular Greek form.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: