previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἐκεῖνος γάρ, καίτοι ὑπ᾽ αὐτοῦ οὐδὲ 1 τοῦ στρατηγικοῦ 2 κόσμου στερηθείς, οὐκ ἠγάπησε τὴν ἡσυχίαν ἔν τε ἀδείᾳ καὶ ἐν τιμῇ ἔχων, ἀλλ᾽ ἐς τοὺς τοῦ Βρούτου στρατιώτας ἔπραττεν ἀπόστασιν: [2] φωραθείς τε ἐπὶ τούτῳ πρὶν μέγα τι κακὸν δρᾶσαι, καὶ τῶν τε ἐπισήμων τῆς στρατηγίας ἀφαιρεθεὶς καὶ φυλακῇ τινι ἀδέσμῳ, ἵνα μηδὲν νεοχμώσῃ, παραδοθεὶς οὐδ᾽ ὣς ἡσύχασεν, ἀλλὰ καὶ ἐπὶ μᾶλλον πρὶν ἐνεωτέρισεν, ὥστε καὶ τῶν στρατιωτῶν τοὺς μὲν ἀλλήλοις ἐς χεῖρας ἐλθεῖν, τοὺς δὲ καὶ ἐπ᾽ ἐκεῖνον ἐς τὴν Ἀπολλωνίαν, ὅπως [3] ἐξαρπάσωσιν αὐτόν, ὁρμῆσαι. καὶ τοῦτο μὲν οὐκ ἠδυνήθησαν ποιῆσαι: γὰρ Βροῦτος ἐκ γραμμάτων τινῶν ἁλόντων προμαθὼν τὸ γενησόμενον ὑπεξήγαγεν αὐτόν, ὡς καὶ νοσοῦντά τινα ἐς δίφρον κατάστεγον ἐμβαλών: οὔτε δὲ ἐκεῖνον εὑρεῖν δυνάμενοι καὶ τὸν Βροῦτον φοβούμενοι λόφον [4] ὑπὲρ τῆς πόλεως κατέλαβον. καὶ αὐτοὺς Βροῦτος ἔς τε ὁμολογίαν ὑπαγαγόμενος, καὶ ὀλίγους τῶν θρασυτάτων τοὺς μὲν θανατώσας τοὺς δὲ ἀπαλλάξας ἐκ τῆς συστρατείας, οὕτω διέθηκεν [p. 164] ὥστε σφᾶς τούς τε ἀποπεμφθέντας ὡς καὶ τῆς στάσεως αἰτιωτάτους συλλαβεῖν καὶ ἀποκτεῖναι, καὶ τὸν ταμίαν τούς τε ὑποστρατήγους τοῦ Ἀντωνίου

1 au)tou= ou)de\ supplied by Bk., tou= *brou/tou ou)de\ Xyl.

2 tou= strathgikou= Xyl., tou= stratiwtikou= LM.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: