previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

55. καὶ οὐδὲ τοῦτ᾽ αὐτῷ ἀπέχρησεν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους συνήλλαξεν, οὐχ ὅτι συνενεχθῆναί σφας ἤθελεν, ἀλλ᾽ ὅτι δυνατωτάτους τε ἑώρα ὄντας, καὶ εὖ ἠπίστατο ὅτι οὔτε χωρὶς τῆς παρ᾽ ἐκείνων ἀμφοτέρων καὶ θατέρου βοηθείας μέγα τι ἰσχύσει, 1 κἂν τὸν ἕτερον ὁποτερονοῦν αὐτῶν προσεταιρίσηται, ἀνταγωνιστήν τε διὰ τοῦτο τὸν [p. 188] ἕτερον ἕξει καὶ πλέον ὑπ᾽ αὐτοῦ σφαλήσεται [2] ὑπὸ τοῦ συναιρομένου οἱ κατεργάσεται. τοῦτο μὲν γὰρ προθυμότερον ἐδόκουν αὐτῷ πάντες ἄνθρωποι τοῖς ἐχθροῖς ἀντιπράττειν συναγωνίζεσθαι τοῖς ἐπιτηδείοις, οὐ κατ᾽ ἐκεῖνο μόνον ὅτι τε ὀργὴ καὶ τὸ μῖσος σφοδροτέρας τὰς σπουδὰς πάσης φιλίας ποιεῖ, ἀλλὰ καὶ ὅτι μὲν ὑπὲρ ἑαυτοῦ δὲ ὑπὲρ ἑτέρου πράττων τήν τε ἡδονὴν κατορθώσας καὶ τὴν λύπην σφαλεὶς οὐχ ὁμοίας [3] ἔχουσιν: τοῦτο δὲ προχειρότερον ἐμποδίζειν τέ τινας καὶ κωλύειν μηδεμίαν αὔξησιν λαβεῖν ἐπὶ μέγα προάγειν ἐθέλειν, διά τε τἆλλα καὶ μάλισθ᾽ ὅτι μὲν οὐκ ἐῶν τινα αὐξηθῆναι τοῖς τε ἄλλοις ἅμα καὶ ἑαυτῷ χαρίζεται, δὲ ἐξαίρων τινὰ ἐπαχθῆ αὐτὸν ἀμφοτέροις σφίσι ποιεῖ.

1 i)sxu/sei Bk., i)sxu/seie L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: