previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. τοῖς φαυλοτάτοις ἐπετρέπετο. σπουδαί τε οὖν ταραχώδεις καὶ φιλονεικίαι ἀφ᾽ ἑκατέρων περί τε τοῦ δικαστηρίου, τῶν μὲν ὅπως μὴ συναχθῇ, τῶν δὲ ἵνα καθιζήσῃ δικαιούντων, καὶ ἐπειδὴ τοῦτο διά τε τὸν Καίσαρα καὶ δι᾽ ἄλλους τινὰς ἐνίκησε, περί γε 1 τῆς κρίσεως αὖθις συνέβησαν. [2] καὶ ἦν γὰρ αὐτὸς ἐκεῖνος καὶ μετὰ τοῦ Καίσαρος τοῦ Λουκίου δικάζων ῾οὐ γὰρ ἁπλῶς, ἀλλὰ τὸ δὴ λεγόμενον περδουελλίωνος Ῥαβίριος ἐκρίθἠ, κατεψηφίσαντο αὐτοῦ, καίτοι μὴ πρὸς τοῦ δήμου κατὰ τὰ πάτρια, ἀλλὰ πρὸς αὐτοῦ τοὺ στρατηγοῦ [p. 144] [3] οὐκ ἐξὸν αἱρεθέντες. καὶ ἐφῆκε μὲν Ῥαβίριος, πάντως δ᾽ ἂν καὶ παρὰ τῷ δήμῳ ἑάλω, εἰ μὴ Μέτελλος Κέλερ οἰωνιστής τε ὢν καὶ στρατηγῶν ἐνεπόδισεν: ἐπειδὴ γὰρ οὔτε ἄλλως ἐπείθοντό οἱ, οὔθ᾽ ὅτι παρὰ τὰ νενομισμένα κρίσις ἐγεγόνει ἐνεθυμοῦντο, ἀνέδραμεν ἐς τὸ Ἰανίκουλον πρὶν καὶ ὁτιοῦν σφας ψηφίσασθαι, καὶ τὸ σημεῖον τὸ στρατιωτικὸν κατέσπασεν, ὥστε μηδὲν ἔτ᾽ αὐτοῖς ἐξεῖναι διαγνῶναι.

1 ge Bk., te L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: