previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πτολεμαῖος βασιλεὺς ἐρώμενον εἶχε Γαλέτην ὄνομα, ἰδεῖν κάλλιστον. ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ Πτολεμαῖος ἐμαρτύρει, καὶ ἔλεγεν ῾ὦ [p. 13] ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προυξένησας.᾿ μὲν οὖν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον: ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς τὴν ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν, ἀλλ᾽ ἔφη πρὸς τὸν Πτολεμαῖον ῾ὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, @σωτῆρες ἐσθλοὶ κἀγαθοὶ παραστάται, τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατ᾽ αὐτὸν ἔρωτος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: