Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν σπογγιὰν ἰθύνει βραχὺ ζῷον, οὐ καρκίνῳ τὴν ἰδέαν παραπλήσιον, ἀλλὰ ἀράχνῃ μᾶλλον. οὐ γὰρ ἄψυχον οὐδὲ αἵματος ἄμοιρον ἡ σπογγιὰ κύημά ἐστι θαλάττης, ἀλλὰ ταῖς πέτραις προσφύεται, ὥσπερ οὖν καὶ ἕτερα, ἔχει δέ τινα κίνησιν ἰδίαν, δεῖται δὲ ὡς ἂν εἴποις τοῦ ὑπομνήσοντος αὐτὴν ὅτι ἔμψυχός ἐστιν. ἀτρεμοῦσα γὰρ ὑπό τινος συμφυοῦς μανότητος καὶ ἡσυχάζουσα τοῖς τρήμασιν αὐτῆς ὅταν προσπέσῃ τι, ἐνταῦθα ὑπὸ τοῦ ἀραχνώδους ζῴου νύττεται, καὶ συλλαμβάνει τὸ ἐμπεσόν, καὶ τροφὴν ἴσχει. ὅταν δὲ ἄνθρωπος προσίῃ ἐπ᾽ ἐκτομῇ αὐτῆς, κεντουμένη ὑπὸ τοῦ ζῴου τοῦ συντρόφου φρίττει καὶ ἑαυτὴν συστρέφει, καὶ αἰτία πόνου τε καὶ καμάτου γίνεται τῷ θηρατῇ ναὶ μὰ Δία πολλοῦ. [p. 211]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.