previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ κολάσεως λόγου.

κολάζεται δὲ λόγος καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἐνδιδῷ ταῖς ἔξωθεν ἐπινοίαις, καὶ [p. 501] ὅταν δὲ συναναγκασθεὶς χρῆσθαί τινι ἐπινοίᾳ, μὴ ἁπλῶς εἰσάγῃ αὐτήν, ἀλλ᾽ ἐπισημαίνηται ὅτι συνηναγκάσθη, καὶ θεραπεύῃ, καὶ ὅταν τις μὴ ἀπεσχισμένα νοήματα τῶν ὑποκειμένων τιθῇ ἁπλῶς, ἀλλ᾽ ὡς ἔνι μάλιστα σύνεγγυς.

κατὰ δὲ σχῆμα γίνεται κόλασις οὕτως, ὅταν τις διακόπτῃ τὰς ὑποστάσεις τῶν λόγων, ὅταν παραιτήσεσι χρῆται, ὅταν ἐπιδιορθώσεσι χρῆται.

κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις τῇ οἰκείᾳ λέξει τῶν πραγμάτων ἀντὶ τῆς τροπῆς χρῆται, καὶ ὅταν ὑπερβολαῖς ἧττον χρῆται, καὶ ὅταν δέ ποτε συναναγκασθῇ χρήσασθαί τινι τροπικῇ ὑπερβολῇ, παραιτῆται. καθ᾽ ὃν δὲ τρόπον γίνεται τοῦτο ῥᾴδιον δεῖξαι. [2]

καὶ ἄλλαι δέ εἰσι περὶ λόγους, ὡσαύτως δὲ καὶ περὶ ποίησιν ἰδέαι, καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμνόμενος κατὰ τοῦτο ηὐδοκίμησεν, Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὥραν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχείρισιν. οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν. σκοτοδινιᾷ δὲ ἐνταῦθα πᾶς ἀκροατὴς καὶ οὐκ ἔχει τί γένηται, ἀλλ᾽ ὥσπερ ἐν τῇ παρατάξει κυκλούμενοι θορυβοῦνται καὶ ὡς ἕκαστος ἔχει φύσεως, οὕτως ἐπαινεῖ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, δὲ τοῦ νοῦ τὴν λεπτότητα, δὲ ὡς ὡραῖα, δὲ ἄλλος ἄλλο τι.

ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἴη ἂν καὶ ῥήτωρ τοιοῦτος: [p. 502] φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν: δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτ᾽ εἰσενέγκασθαι: κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.

αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί, αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατ᾽ οὐσίαν, αἱ δὲ κατ᾽ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δ᾽ ἐγγὺς πλήθει: ἀλλ᾽ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι: τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπ᾽ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ [p. 503]συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν: τοίνυν συμβουλεύων ἐρεῖ πάντα δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν δίκην ἀγωνιζόμενος: δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ συμβουλεύων.

τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν: τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφ᾽ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε: τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι: τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλ᾽ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.

εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν [p. 504] τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων δαπάνης κινδύνων τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι. τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατ᾽ ἔμφασιν ἄλλως πρᾶξαί τινα βούλεται ὡς ἂν ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως οὕτως, ὡς ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν: ὑπάρχοι δ᾽ ἂν εἰ ** πρὸς τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα: πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν: τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε.

τῆς δὲ ἐγκωμιαστικῆς, ἐπειδὴ καὶ ἔξω [p. 505]ζητημάτων ἐστίν, αἱ ὑποθέσεις εἰσὶν ἀπὸ προσώπων, ἀπὸ πραγμάτων, ἀφ᾽ ὧν καὶ οἱ ἔπαινοι καὶ τὰ ἐγκώμια καὶ οἱ ὕμνοι καὶ τὰ ἀντικείμενα τούτοις, οἱ ψόγοι. τῶν τοίνυν ἐπαινετικῶν τὸ μέν τι ἔπαινος καλεῖται, τὸ δὲ ὕμνος, τὸ δὲ ἐγκώμιον: ὕμνος μὲν εἰς θεοὺς μηδὲν ἔχων ἐναντίον, ἔπαινος δὲ τὸ ἐπὶ μικροῖς γινόμενον, οἷον τὸ εὖ καὶ καλῶς: καὶ γὰρ ταῦτα ἐπαινετικά ἐστι, καὶ πάλιν μὲν ἀγαθός, δὲ ἀνδρεῖος, δὲ δίκαιος: τὸ δὲ ἐγκώμιον ἐπὶ μεῖζον ἐξαίρει, διόπερ κατὰ διέξοδον γίνονται. λαμβάνονται δὲ οἱ ἔπαινοι κατὰ τρόπους τέσσαρας, αὐξήσει, παραλείψει, παραβολῇ, εὐφημίᾳ. αὐξήσει μὲν οὖν, οἷον εἴ τις θέλοι τὰ τοῦ μύρμηκος ἔργα ἐπαινῶν λέγειν ὅτι οἰκονομικώτατός ἐστι περὶ τὴν τῶν καρπῶν συγκομιδὴν καὶ περὶ τὴν τούτων ἀπόθεσιν, οὐ μὴν ἀλλὰ καὶ ἀγαθὸς προϊδέσθαι τὰς ὥρας τῶν θεῶν καὶ φρονιμώτατος πρὸς τοὺς καιροὺς παρασκευάζεσθαι, καὶ ὅσα ἄν τις εὕροι μύρμηκα αὐξῶν. παραλείψει δὲ ὅταν τὰ προσόντα δυσχερῆ τοῖς ἐγκωμιαζομένοις καὶ ἅπερ ἄν τις εἴποι ψέγων, παραλείποντες μόνα ἐξαγγέλλωμεν τὰ ἐπαίνου ἄξια, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὰς μὲν λοιπὰς πράξεις αὐτοῦ ἐξηγοίμεθα, ὡς διέβη τὸν Γράνικον, ὡς μέχρι Κιλικίας προῆλθεν, ὡς τὰ μέχρι τοῦ Ὠκεανοῦ πάντα ἔθνη κατεστρέψατο, παραλείποιμεν δὲ τὴν Κλείτου ἀναίρεσιν καὶ τὴν περὶ τοὺς πότους αὐτοῦ σπουδήν, καὶ ὅτι Μηδικὴν ἐσθῆτα μετημφιάσατο, καὶ προσκυνεῖσθαι ὁμοίως τῷ Περσῶν βασιλεῖ ἠξίου, καὶ ὅσα τοιαῦτα ἦν αὐτῷ. τῇ δὲ παραβολῇ, ὅταν μείζω μὲν τὰ τοῦ ἐπαινουμένου ἀποφῆναι θέλοντες ἐκ τῶν πρὸς ἄλλα ἀποδεικνύωμεν, ὡς Δημοσθένης τὰ τοῦ Κόνωνος ἔργα τὰ περὶ τὸν τειχισμὸν μεγάλα ὑποδεῖξαι βουλόμενος τῶν Θεμιστοκλέους αὐτὰ βελτίω φησίν. εὐφημίᾳ δὲ ὅταν τὰ δυσχερῆ μὴ παραλείποντες ἐπὶ [p. 506] τὸ εὐφημότερον ταῦτα ἐξηγησώμεθα, οἷον εἰ τὸν Ἀλέξανδρον ἐπαινοῦντες τὴν τῆς Ἑλένης ἁρπαγὴν λέγοιμεν οὐκ ἀδίκημα οὐδὲ μοιχείαν οὐδὲ ἁμάρτημά τι περὶ τὸν Μενέλαον τὸν ξένον γενόμενον, ἀλλ᾽ ὡς τοῦ Διὸς ἐπεθύμησε κηδεστὴς γενέσθαι, καὶ πάλιν ἐπὶ τῆς Ἑλένης, ὡς οὐχ ἥμαρτε καταλιποῦσα τὸν ἄνδρα καὶ τὴν θυγατέρα καὶ τὸν οἶκον, ἀλλ᾽ ὡς ἔνδοξος γενέσθαι ἐσπούδαζε.

τοῦ δὲ μὴ φορτικῶς ἐπαινεῖν, δύνασθαι δ᾽ ὁποσαχῶς ἂν χρεία γένηται ἐν τοῖς πολιτικοῖς ζητήμασι, τρόποι εἰσὶν οἵδε. πρῶτον μὲν ὅταν τις μὴ ὡς ἐπιβουλεύσας αὐτὸς καὶ παρεσκευασμένος, ἀλλ᾽ ὡς συναναγκασθεὶς [καὶ] ἐπὶ τοῦτο δοκῇ συνενεχθῆναι: δεύτερον δὲ ὅταν τις τὰ μὲν ἀποδιωθῆται, τὰ δὲ διεξίῃ: τρίτος τρόπος, ὅταν πρὶν εἰπεῖν τι συγγνώμην ἐφ᾽ οἷς ἂν μέλλῃ λέγειν αἰτῆται παρὰ τῶν δικαστῶν: τέταρτον ὅταν ἐν τοῖς κοινοῖς τὸν ἔπαινον ἔχῃ: πέμπτον, ὅταν καὶ αὐτοῖς τοῖς ἀκούουσι προσήκειν φάσκῃ ἀποδέχεσθαι αὐτά: ἕκτον, ὅταν καὶ τοὺς ἀντιδίκους οἷός τε τις ἐπιδεικνύναι τὸ αὐτὸ ποιοῦντας, καὶ δεινὸν εἶναι φάσκῃ ἐκείνους μὲν ποιεῖν ὑπὲρ τῆς αὑτῶν ὠφελείας, αὐτὸν δὲ μή.

περὶ ψόγου. δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται: καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ τραγικός φησιν,

πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν,
τἆλλ᾽ οὐδέν.
[p. 507]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: