previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ σεμνότητος.

μὲν οὖν σεμνότης καθολικῶς συνίσταται τριχῇ, κατὰ γνώμην κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. γνώμην δὲ λέγω τὸν νοῦν καὶ τὰ ἐπινοήματα, ἐν οἷς εὑρίσκεται τὰ πράγματα, σχήματα δὲ τὸν τύπον τοῦ λόγου, ἐν ἐκφερόμενα τὰ νοήματα ἤτοι τοιόνδε τοιόνδε τὸν λόγον φαίνεσθαι ποιεῖ. καὶ ταῦτα τὰ πλείστην δύναμιν ἔχοντα ἐν τῷ λόγῳ καὶ ὅσην τὰ ἔμψυχα καὶ κινούμενα παρὰ τὰ ἐναντίως ἔχοντα. ἀπαγγελίαν δὲ λέγω αὐτὴν τὴν λέξιν δι᾽ ἧς ἀπαγγέλλεται τὰ ἐπινοήματα. [p. 460]

κατὰ δ᾽ οὖν γνώμην σεμνὸς ἔσται σοι λόγος ἐκ τῶν προτετιμημένων ἐννοημάτων, προτετιμημένα δέ ἐστιν ἑνὶ λόγῳ, ὅταν τις ἐνδόξοις πράγμασι χρῆται, καὶ περὶ ἐνδόξων τι λέγηται, καὶ ὅσα σπάνιά ἐστι καὶ παλαιά. ἔνδοξα δέ ἐστι πρῶτα μὲν τὰ τῶν θεῶν, οἷον ὅταν εἰς τὰ θεῖα ἐπανάγῃς τὰς ἐννοίας, θεῶν εὔνοιαν, τύχης χρηστότητα, οἷονἐπὶ πολλῶν ἄν τις ἰδεῖν δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν”, καὶ ὅσα τοιαῦτα.

καὶ τῶν ἀνθρωπίνων δέ, ὅταν εἰς τὰ προτετιμημένα ἄγῃς, τὸ τιμᾶν γονέας, προγόνους, τοὺς πρώτους καταστήσαντας τὰ νόμιμα, καὶ ἑτέροις τὰ αὐτὰ παραινῇς, καὶ ὅλως τὰ ἐν τῷ βίῳ προτετιμημένα καὶ ταῦτα σεμνότητος μετέχει, οἷον ἐλευθερία, σωφροσύνη, δικαιοσύνη, ὅταν λέγῃς ὅρον καὶ κανόνα τῆς εὐδαιμονίας τὴν ἐλευθερίαν καὶ τὰ ἐξ αὐτῆς πεποιημένα, καὶ ὅλως μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν, καὶ δῆλά ἐστι πᾶσι τοῖς ἐντὸς ἅπαξ τῆς θεωρίας ταύτης.

καὶ τὰ τοιαῦτα σεμνότητος μετέχει, ὅταν περὶ βίου καὶ θανάτου διεξέρχῃ, οἷονπέρας μὲν γὰρ ἅπασιν ἀνθρώποις τοῦ βίου θάνατος”, ὅταν λέγῃς καὶ φύσεις διαιρῇς καὶ διορίζῃς, οἷονοὐ γὰρ γένος ἐστὶ φιλίων καὶ πολεμίων”.

ἐν οἷς μέγιστος κίνδυνος ἐν τῷ πολιτικῷ λόγῳ ἐπακολουθήσαντα καὶ ἐπισπασθέντα τῇ φύσει τῶν ἐννοημάτων, καὶ καθάπαξ ἀποστάντα τῶν ὑποκειμένων διαφθεῖραι [δὲ] τὸ δόκιμον τοῦ λόγου καὶ ὑπόκενον ἐργάσασθαι καὶ γενέσθαι παρόμοιον τοῖς μετεωρολόγοις τῶν σοφιστῶν, τὸ μέτρον τὸ ἐν τούτοις ἐπισκεψάμενον, εἰς ὅσον ἐξαίρεται ἀγωνιστικὸς λόγος καὶ οἷστισιν ἀναμιγνύμενος οὐκ ἀμοιρεῖ ἐν τοῖς ὅροις τοῦ [p. 461]ἀγωνιστικὴν μένειν τὴν σεμνότητα καὶ μὴ διαμαρτεῖν. ταῦτα μὲν οὖν ἐν τοῖς διακούουσι.

νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται σεμνότης ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθ᾽ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸςοὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους”. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον οὐ δέον πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδ᾽ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, “οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων”. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθ᾽ ὑπερβολὴν τῶν ἀγώνων καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα κρινώμεθα. φαίη δ᾽ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν: αὐτὸ γὰρ τὸοὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσανταςοὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας [p. 462] ἀράμενοι κίνδυνον, ὥσπερ οὐδ᾽ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες: καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.

καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷονλογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει”. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτ᾽ ἂν σεμνότης. [2]

κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος Δημοσθένηςἅπας τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται”.

ὅταν ἀποστάσεσί τις χρῆται, ἔστι δὲ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος: τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, “αἱ δ᾽ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ”. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγεικαὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν”: ἐν τέλει, ὥστ᾽ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων [p. 463]συγχωρούντων, ἀλλ᾽ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις, οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα αἰτιολογία ἐπὶ πᾶσιτί οὖν τὸ αἴτιον τούτων”; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι: σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγειἦν τι τότε, ἦν ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις: τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν”. εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, “ἦν τι τότ᾽, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις”. καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενοςλέξω δὲ μετὰ παρρησίας: καὶ γὰρ οὐδ᾽ ἂν ἄλλως δυναίμην”, εἶτα ἀποστήσας ἐπάγειπάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρ᾽ ὑμῶν στρατηγοί”. κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. “καλόν, ἄνδρες Ἀθηναῖοι, καλὸν τῶν δημοσίων πραγμάτων φυλακή”, κἀκεῖνο ἀντικείμενον τούτῳ, “μιαρόν, ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον”. οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθ᾽ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατ᾽ εἶδος οὐχ ὑπεμνήσθην: καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ [p. 464] καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλ᾽ ἡμῖν πρόκειται καθ᾽ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατ᾽ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷονοὐδὲν δεινόν, οὐδ᾽ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν”, καὶ πάλινπλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι δι᾽ εὐπορίαν προσειληφότες”, καὶ πάλινμισεῖ Μειδίας ἴσως ἐμέ”.

καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃτί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν”, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας τοὺς Θετταλοὺς τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ᾽ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτ᾽ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα διάστασις διὰ μέσου, “τί οὖν ἐπιχειρεῖ”; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασινπόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι”. καὶ ἑτέρωθιτὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει”. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς [p. 465] διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν διάστασις; ἐν τῷ διὰ μέσου, ἐν διαστήσας λέγειτί οὖν τοῦτό ἐστιν: ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν”. ἀλλ᾽ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, “τί οὖν ἐπιχειρεῖ”, πάλιντί οὖν τοῦτό ἐστιν”; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, “καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε”. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.

σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται: ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθ᾽ ἓν ἕκαστον λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου: διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς Δημοσθένης τὰ νοήματα, καθαρὸς εἶναι δοκεῖ λόγος, οἷονλέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ”. ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, “ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν”. καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο τόνος τοῦ σχήματος καὶ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, “λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι”. καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ [p. 466] Φιλίππουπολλῶν, ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ”. καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳκαὶ πάντων εὖ οἶδ᾽ ὅτι φησάντων γ᾽ ἄν”. καὶ πάλινὄντων δέ, ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν”.

τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ σεμνότης: ὅπου γὰρ ἀξίωμα λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, “ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον”, καὶ πάλινὥσπερ σκηπτὸς χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν”, καὶ ἑτέρωθι πάλινἐπεὶ ὅτι γε ὥσπερ περίοδος καταβολὴ πυρετοῦ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ”.

καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷοντὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται”.

καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, “οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν”, νῦν τὰ μᾶλλον προτετιμημέναεὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας”.

σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις [p. 467]αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον. “ἓν δέ τι κοινὸν φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον”, καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, “ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους”, καὶ ἄλλη ἐπανάληψιςτί οὖν ἐστι τοῦτο”, εἶτα τὸ εἰσαγόμενονἀπιστία”. ὅμοιον δὲ τούτῳ κἀκεῖνο καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα”, καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλ᾽ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, “τί οὖν ἦν τοῦτο”; εἶτα τὸ εἰσαγόμενον καθ᾽ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, “τοὺς παρὰ τῶν ἄρχειν βουλομένων διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν”.

καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷονπόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν”.

καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα πρόσωπα πράγματα ἀπάγοντα ἀφ᾽ ἑαυτοῦ σεμνὸν πάνυ, οἷονκαὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν”, καὶ πάλινοὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων”.

σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷονΜειδίας Ἀναγυράσιος προβέβληται, [p. 468] τὰ ἀπόρρητα οἶδεν, πόλις αὐτὸν οὐ χωρεῖ”. καὶ πάλινἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθ᾽ Ἑλλὰς οὔτε βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου”. [3]

κατὰ δὲ ἀπαγγελίαν γίγνεται σεμνότης οὕτως, ὅταν τις ὀνοματικαῖς χρῆται ταῖς λέξεσιν ἀντὶ ῥηματικῶν, οἷονπλεονέκτημα, ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. καὶ τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη”.

καὶ ὅταν τροπικαῖς ἀντὶ ἰδίων ταῖς λέξεσι χρήσῃ, οἷον τὴν δωροδοκίαν νόσημα εἰπεῖν, “νόσημα, ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα”. καὶ ἑτέρωθι πάλινεἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα”. καὶ ἐν τῷ κατὰ Μειδίουσὺ δὲ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ τουτονὶ δίκαιος εἶ συλλέξασθαι”.

καὶ τὸ κατὰ πλῆθος λέγειν καὶ τὰ ὀνόματα ἐφεξῆς παρατιθέναι τῆς σεμνότητός ἐστιν, οἷονεὐδαίμων καὶ μέγας καὶ φοβερὸς ἅπασιν Ἕλλησι καὶ βαρβάροις”.

καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπ᾽ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. “εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν** ἀλλ᾽ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφ᾽ ἑαυτῶν, “εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί”. καὶ ἀλλαχοῦ πάλινἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν”: καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ [p. 469] πράγματος ἀόριστον εἶπεν, “ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα”. καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, “εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν δὲ ἕτεροςεἶπε.

σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι, ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίωνχρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσινἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.

χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵν᾽ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: