previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ τῆς περιεχούσης, ἀλλ᾽ ὅσον ἄλλο ὕδωρ κέχυται κόλπους ἔχον, λίμναι καὶ ἕλη καὶ τενάγη καὶ τοιαῦτα ὀνομάζεται. ἣν γὰρ ἐν τῇ κατὰ Φοινίκην Συρίᾳ θάλατταν καλοῦσί τινες νῦν, τὴν ἄγονον ταύτην, αὐτίκα ἐροῦμεν πόθεν εἴληφε τοὔνομα. ἔπειτα ταύτας πάσας, οἶμαι, συμβέβηκε τὴν αὐτὴν ταύτην ἔχειν φύσιν ἀλλήλαις τε καὶ τῇ πηγῇ, καὶ οὐδείς ἐστιν ὅστις ὑπεξείλετο εἶναί τιν᾽ αὐτῶν γλυκεῖαν, ἀλλ᾽ ὁμοῦ θάλατταν εἰρήκασι. καὶ δήλη ἐστὶν τοῦ ὕδατος φύσις ἰδία τε καὶ μόνης τῆς θαλάττης οὖσα, ὥστε καὶ τῶν φρεάτων ὅσα πρὸς τὸ ἁλμυρὸν κέκλικε θάλατταν καλοῦσιν οἱ πολλοὶ, καὶ ἧς ἀρτίως ἐμνήσθην λίμνης τῆς ἐν τῇ Συρίᾳ τὸ ὕδωρ ἅλμην ἔχον τῆς γῆς θαλάττης ἐπωνυμίαν παρὰ τοῖς πολλοῖς πεποίηκε. καὶ οὐχ μὲν Λιβύην περιρρέουσα θάλαττα γλυκεῖα καὶ πότιμός ἐστιν, δὲ πρὸς αὐτοῖς Γαδείροις ὁμοία τῇ παρ᾽ ἡμῖν διὰ τὸ μίγνυσθαι. πρῶτον μὲν γὰρ οὐδὲν μᾶλλον ἁλμυρᾷ προσῆκεν αὐτῇ διὰ ταύτην καὶ γλυκείᾳ δι᾽ ἐκείνην εἶναι, εἴπερ κἀκείνῃ μίγνυται, καὶ ταῦτα χύδην, οὐ διὰ [p. 474] πορθμοῦ. ἔπειτα καὶ ἐκ τῆς μαρτυρίας δῆλον τῶν ἔτι νῦν ἐκπλεόντων ὡς λόγος πέπλασται. εἰσὶ γὰρ δή που καὶ νῦν οἱ πλέοντες ἔξω στηλῶν οὐκ ἐλάττους κατ᾽ ἐκείνους τοὺς χρόνους: καὶ οὐκ ἐν μακροῖς γε χρόνοις ἅπαξ δὶς, ἀλλ᾽ ὁσημέραι συνεχῶς καὶ ὁλκάδες καὶ ἔμποροι κομίζονται δι᾽ ἀμφοτέρας τῆς θαλάττης, ὡς συνεχοῦς καὶ μιᾶς, ἀνοιχθέντος τοῦ κάτω τόπου παντὸς καὶ δοθείσης ἀδείας πλεῖν ὑπὸ τῆς νῦν ἡγεμονίας. ἡμᾶς δ᾽ ὡρμημένους νόσος ἔφθη καταλαβοῦσα. καὶ οὔτε τῶν ἁλιέων τῶν πρὸς τοῖς Γαδείροις ἔστιν ἀκοῦσαι λεγόντων γλυκεῖαν εἶναι τὴν ἔξω θάλατταν οὔτε τῶν εἰς τὴν μεγάλην νῆσον περαιουμένων τὴν ἀντιπέρας Ἰβήρων: καίτοι στρατεύματά τε εἰς αὐτὴν ἑκάστοτε παντοῖα διαβαίνει καὶ ἀναχωρεῖ τοῖς καθήκουσι χρόνοις, καὶ ἄρχοντες καὶ ἰδιῶται μυρίοι διαβαίνουσιν ἑκάστοτε. οὐ γὰρ τῷ μέρει τὸ ὅλον λόγον ἐστὶν ἔχον ἀκολουθεῖν, ἀλλ᾽ εἶναι τὸ μέρος τοιοῦτον οἷόν περ ἂν τὸ ὅλον τὴν φύσιν. ἀπορρεῖ δ᾽ οὐκ ἀπὸ τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: