previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀθηναίων θεωρήσατε, οἳ στασιάζοντες μὲν οὔτε σφίσιν αὐτοῖς οὔτε ἑτέροις ἠδύναντ᾽ εἶναι χρήσιμοι, ἐπεὶ δὲ τῶν τυράννων ἀπαλλαγέντες ὡμονόησαν πρὸς ἀλλήλους, οὐ μόνον τὴν πόλιν, ἀλλὰ καὶ τὴν Ἑλλάδα ἠλευθέρωσαν ἐν τοῖς μεγίστοις καιροῖς. παραλαβόντες δὲ τὴν ἀρχὴν, ἕως μὲν μίαν γνώμην εἶχον, ἀντεῖχον μικροῦ δεῖν ἅπασιν ἀνθρώποις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐπεὶ δὲ διέστησαν, τὰ μὲν τείχη κατέσκαψαν, τὰς δὲ ναῦς παρέδωκαν. καὶ τοῦτο τοσοῦτον ἀτύχημα ἀτυχήσας δῆμος ἐκπεσὼν καὶ κατελθὼν αὖθις, ἐξὸν αὐτῷ τιμωρήσασθαι τοὺς ἐπαναστάντας καὶ πρὸς οὓς παρετάξαντο, ὁμονοεῖν εἵλετο, τὴν κοινὴν τῆς πόλεως σωτηρίαν προτέραν τῶν ἰδίων [p. 833] ἐγκλημάτων ποιησάμενος. καὶ γάρ τοι πάλιν εἰς τὰ πράγματ᾽ εἰσῆλθε, καὶ προὔστη τῶν Ἑλλήνων σχεδὸν ἐν μέρει πάντων. τοσοῦτον κακὸν στάσις ταῖς πόλεσι καὶ τοσοῦτον ἀγαθὸν τὸ θέλειν ὡς τάχιστα παύσασθαι. εἰ δὲ δεῖ καὶ τῶν ὑμετέρων προγόνων Ἀργείων ἀναμνησθῆναι, λέγεται καὶ τούτους ταραχθέντας ἐν ἀλλήλοις, Ἀθηναίων πρέσβεων ἀφικομένων ὡς αὐτοὺς καὶ διδαξάντων ὡς αὐτοὶ τὰ σφέτερ᾽ αὐτῶν ἔθεντο, ὑπακοῦσαι καὶ τὴν στάσιν ἐκποδὼν ἀνελόντας πάλιν εἰς ταυτὸν ἐλθεῖν. νῦν τοίνυν, ἄνδρες Ῥόδιοι, παρὰ πασῶν τῶν πόλεων τούτων χρὴ νομίζειν πρεσβείαν κοινὴν ἥκειν ὡς ὑμᾶς ἐπὶ τὰς διαλύσεις προκαλουμένην, προηγορεῖν δὲ ἡμᾶς συνδεομένους νομίζομεν πάντη βέλτιστα ὑμῖν εἶναι. καὶ μὴν οὐ ταυτόν γε τοῖς Ἀθηναίοις ὑμᾶς ποιῆσαι δεῖ οὐδὲ τοῖς ἐφ᾽ ὑμᾶς δανεισαμένοις συνεκτῖσαι τάλαντα ὅσα δὴ σημεῖον τῆς πίστεως, ἀλλ᾽ ἀζήμιος σωφροσύνη πρόκειται τούτων τε ὧν εἶπον ἐνθυμουμένοις καὶ μηκέτ᾽ εἰς πόλιν μίαν δευτέραν βλέπουσιν, ἀλλ᾽ εἰς τὰ κοινὰ τῶν Ἑλλήνων πράγματα καὶ πάσας τὰς πόλεις τὰς Ἑλληνίδας, αἷς οὔτε φάλαγγες ὁπλιτῶν ἐναντίον οὔθ᾽ ἱππέων πλῆθος οὔτ᾽ ἄλλ᾽ οὐδὲν τῶν δοκούντων εἶναι φοβερῶν, ἀλλ᾽ κατ᾽ ἀλλήλων στάσις καὶ ἀπιστία καὶ τὸ μήτε κοινῇ ταυτὸν φρονεῖν μήτ᾽ αὖ καθ᾽ ἑκάστους ὑγιαίνειν αἴτιον τῆς τοσαύτης μεταβολῆς ἐγένετο. καὶ μηδεὶς ὑμῶν ἐν ἀδείᾳ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: