previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατηγορεῖν μὲν εἴ τι πρὸς ἀλλήλους ἡμῖν ὑπάρχει δύσκολον, εἰ δέ τι χρηστὸν νῦν πράξομεν συστάντες, ἀσχάλλειν καὶ μὴ συνιέναι τοῖς αὑτῶν λόγοις ἐλεγχομένους; εἰ μὲν γὰρ ὀρθῶς ἐκεῖνα πέπρακται, τί κατηγοροῦσιν; εἰ δ᾽ ἡμάρτηται, τί οὐ τὰ βελτίω νῦν, ἐπειδή γ᾽ ἔξεστι, προαιρούμεθα; ὥσπερ γὰρ ἐκεῖνα ἐπιτιμήσεως ἄξια, οὕτω τά γ᾽ ἐναντία τοῦ κρείττονός ἐστι λόγου. ἡγοῦμαι δὲ νοῦν ἐχόντων εἶναι ὅσα μὲν τῶν ὑπαρχόντων καλῶς ἔχει, ταῦτα καὶ πρὸς τὸ λοιπὸν ἀξιοῦν μιμεῖσθαι καὶ τηρεῖν ὡς οἷόν τε δι᾽ ἀσφαλείας, δ᾽ οὐδ᾽ ὅλως πεπρᾶχθαι προσῆκε, τούτοις ὡς ἥκιστ᾽ ἀκολουθεῖν. οὐ γὰρ ἐπεξαμαρτάνειν ἦν ἄρα πάντων ἄριστον, ἀλλ᾽ ἐξ ἀρχῆς τὰ δέοντα βουλεύεσθαι, τούτων δ᾽ ἀμφοτέρων μέσον ἂν ἁμάρτημά τι συμβῇ, μεταγνῶναι. καὶ μὴν εἰ μὲν ὥσπερ ἡμῖν πρὸς ὑμᾶς, οὕτω καὶ ὑμῖν εἰς ἡμᾶς πέπρακταί τινα δυσχερῆ, τί μᾶλλον ἡμῶν ὑμῶν ταῦτα κατηγορήκασιν; εἰ δ᾽ οὐδὲν πώποτ᾽ εἰς ἡμᾶς ἡμάρτετε, τοῦ χάριν νῦν ἀξιώσετε πρῶτον, ἐν καὶ τὰ ὑμέτερ᾽ αὐτῶν συμπροήσεσθε; θαυμάζω δ᾽ εἰ παρ᾽ αὐτὰ μὲν τὰ ἐγκλήματα καὶ τὰ μέγιστα τῶν ἐναντιωμάτων ἡμεῖς τε παρ᾽ ὑμᾶς ἦμεν καὶ ὑμεῖς ἡμῖν ἐπεκέχρησθε, ἐπεὶ δ᾽ ἐκεῖνά τε τῷ χρόνῳ κεκούφισται καὶ ταῦτ᾽ ἐπ᾽ ἐκείνοις γεγένηται, εἶτ᾽ ἐξ ἀρχῆς ἀγανακτήσομεν, καὶ χωρὶς [p. 741] μὲν παραδείγματος σωφρονεῖν ἐπιστησόμεθα, τοσούτων δ᾽ ὑπαρχόντων οὐδὲν βελτίους ἐσόμεθα. ἀλλ᾽ εἰ μέν τις τοῖς ἑτέρων παραδείγμασιν ἐχρῆτο ὑπὲρ σωτηρίας, ᾤμεθ᾽ ἂν δεῖν προσέχειν, παρ᾽ ἡμῶν δ᾽ αὐτῶν ἔχοντες τοσαῦτα πῶς οὐ δεινὸν εἰ μὴ χρησόμεθα; καὶ μὴν εἰ μὲν ὅλως οὐδενὸς δεῖ μεμνῆσθαι, τοῦ χάριν ταῦτ᾽ ἀνακινοῦσιν; εἰ δ᾽ ὀρθῶς ἔχει, μνημονεύειν ἄμεινον τῶν ἐπὶ σωτηρίᾳ καὶ μὴ τὰ βελτίω παρέντας ἑκόντας ἔχεσθαι τῶν χειρόνων. ἡγοῦμαι δ᾽ εἰ πάντα τἀναντιώτατα ἡμῖν ἐπέπρακτο πρὸς ἀλλήλους, ἀφ᾽ οὗ τὰς πόλεις οἰκοῦμεν, καὶ πάντα πρὸς Φίλιππον ὑπῆρχεν οἰκειόταθ᾽ ὑμῖν ἄχρι τούτου, τήν γε παροῦσαν ἡμέραν εἰκότως ἂν ἅπαντα μεταστῆσαι. μὲν γὰρ ἐφέστηκεν ὑμῖν τελευταῖα ταῦτα κελεύων βουλεύσασθαι, ἡμεῖς δ᾽ ἥκομεν συνδιαλύσοντες ἅπαντα τὸν κίνδυνον. ὥστ᾽ εἴπερ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: