previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἂν ἑκόντες, οἳ μετὰ τῶν Θηβαίων ἐναντία αὐτοῖς πεπολεμηκότες ἦτε. ὥσπερ τοίνυν, εἰ τῷ ὄντι τοῦθ᾽ ὑμῖν συνέβη, δικαίως ἂν αὐτοὺς φυλάττεσθαι δεῖν ᾤεσθε τὸ λοιπὸν, οὕτως ἐπειδὴ συμβὰν ἂν, εἰ καιρὸς ὑπῆρξε, φαίνεται, μηδὲν ἧττον φυλάττεσθε. ὧν τε γὰρ τοῖς Θηβαίοις ἀπεμνημονεύκασι κεκοινωνήκατε δή που καὶ ἐξ ἀρχῆς οἰκεία διαφορὰ πρόσεστιν. ὥσθ᾽ ὅσῳπερ ἂν τοῖς Θηβαίοις πικρῶς ἔχωσι, διπλάσιον χρὴ δοκεῖν ὑμῖν νῦν διὰ τὴν χρείαν ἐπικρύπτονται. ἔτι τοίνυν Θηβαίους μὲν οὐδεπώποτε τῆς ἡγεμονίας ἴσασι τυχόντας, οὐδὲ παρ᾽ ἑκόντων τῶν Ἑλλήνων, ὑμᾶς δὲ πολλοῖς ἔτεσι μείναντας ἐπ᾽ αὐτῆς, τὸ μὲν πρῶτον εὐνοίᾳ λαβόντας, τὸ πλέον δ᾽ ὕστερον δυνάμει κατασχόντας: λέγουσι δ᾽ ἀεὶ πάτριον εἶναι σφίσιν ἡγεῖσθαι τῶν Ἑλλήνων, καὶ τοῦτο μὲν ἐν τῷ πρὸς τὸν Πέρσην πολέμῳ κατ᾽ ἀμφότερα ἡγοῦντο, τοῦτο δ᾽ ἡνίκα τὴν ἡμετέραν ἀρχὴν κατέλυσαν. ταῦτ᾽ οὖν οὐ πάσης ἀδείας ἐστὶ μεστὰ, οὐδ᾽ ὅσην οἴεταί τις εὐμάρειαν ἔχει. Θηβαῖοι δὲ κἂν αὐτοί μοι σύμβουλοι γενέσθαι δοκοῦσιν ὡς οὐ χρὴ τῶν ἡμετέρων οὐδὲν παρασπᾶν, οὐδ᾽ ἐμβαίνειν εἰς τὴν θάλατταν, πᾶσι μᾶλλον 'κείνοις προσήκει. γὰρ μὴ συνίσασιν αὑτοῖς ποτε σχοῦσι, ταῦτ᾽ οὐδὲ ζητεῖν ἀξιώσουσι: Λακεδαιμονίοις δ᾽ ἐπεξιόντες καὶ τἀκείνων [p. 687] καθαιροῦντες οὐκ ἀξιώσουσιν οὐδένα αὐτοῖς νεμεσᾶν. εἰ φαίνονται τοίνυν ἐκ τούτων Θηβαῖοι μὲν Λακεδαιμονίοις, οὐχ ὑμῖν, κακόνοι, Λακεδαιμόνιοι δ᾽ ὑμῖν πολὺ μᾶλλον Θηβαίοις, πῶς οὐ κατ᾽ ἀμφότερα τὰ Θηβαίων αἱρετώτερα; αὐτὸ γὰρ τοῦτο τὸ τοὺς ὑμετέρους ἐχθροὺς μισοῦντας ὑπάρχειν αὐτοὺς πῶς οὐ σφόδρα ὑπὲρ ὑμῶν ἐστιν, ἄνευ τοῦ μηδὲν ὑπολείπεσθαι πρὸς ὑμᾶς πρᾶγμ᾽ αὐτοῖς;

ἔστι τοίνυν καὶ παρ᾽ αὐτῆς τῆς πρεσβείας μαρτυρία τις ὑπάρχουσα. νυνὶ γὰρ Λακεδαιμονίους μὲν συμφορὰ δεῦρ᾽ ἦχε καὶ καιρὸς, πίστεως οὐδεμιᾶς ἐστι δεῖγμα οὐδὲ τοῦ φιλανθρώπως ἔχειν ὑμῖν, Θηβαῖοι δὲ νενικηκότες ἥκουσι καὶ παρακαλοῦσι μετέχειν ὑμᾶς ὧν ηὐτυχήκασιν:


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: