previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρ᾽ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δ᾽ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστ᾽ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλ᾽ ἀντὶ τοῦ πρέσβεις παρ᾽ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν: μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτ᾽ ἀξιοῦντες ψηφίσασθαι. ἆρ᾽ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετ᾽ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς [p. 434] Σμύρνης προσῆκεν; ἄξιον τοίνυν, ἄνδρες Ἕλληνες, καὶ τοῦ καθ᾽ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δ᾽ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλ᾽ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: