previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰς ἀφορμὰς εἰληφέναι μοι δοκοῦσι, καὶ οἱ θεοὶ καθορῶντες συγκατορθοῦν ὑμῖν εὐμενῶς τὴν ἀρχὴν καὶ διδόναι βέβαιον τὴν κτῆσιν αὐτῆς, Ζεὺς μὲν, ὅτι αὐτῷ τῆς οἰκουμένης καλοῦ, φασὶν, ἔργου καλῶς ἐπιμέλεσθε, Ἥρα δὲ γάμων νόμῳ γιγνομένων τιμωμένη, Ἀθηνᾶ δὲ καὶ Ἥφαιστος τεχνῶν τιμωμένων, Διόνυσος δὲ καὶ Δημήτηρ, [p. 368] ὅτι αὐτοῖς οἱ καρποὶ οὐχ ὑβρίζονται, Ποσειδῶν δὲ ναυμαχιῶν μὲν καθαρευούσης τῆς θαλάττης αὐτῷ, τὰς δ᾽ ὁλκάδας ἀντὶ τῶν τριήρων μετειληφυίας: γε μὴν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Μουσῶν χορὸς οὔποτε διαλείπει τοὺς ὑπηρέτας ἐν τοῖς θεάτροις καθορῶν: Ἑρμῆς δὲ ἀγώνων οὐκ ἄμοιρος οὐδὲ πρεσβείων: Ἀφροδίτῃ δὲ σπόρων καὶ χαρίτων πότε μᾶλλον καιρὸς ὑπῆρξεν; πότε πλείονα μοῖραν ἔσχον αἱ πόλεις; αἱ δ᾽ Ἀσκληπιοῦ χάριτες καὶ τῶν κατ᾽ Αἴγυπτον θεῶν νῦν πλεῖστον εἰς ἀνθρώπους ἐπιδεδώκασιν. οὐ μὴν οὐδ᾽ Ἄρης γε ὑμῖν ἠτίμασται, οὐδὲ δέος μὴ συνταράξῃ τὰ πάντα, ὥσπερ ἐν Λαπιθῶν δείπνῳ παροφθεὶς, ἀλλ᾽ ἐπὶ ταῖς ὄχθαις ἔξω τῶν ποταμῶν χορεύει τὴν ἄπαυστον χορείαν, αἵματος καθαρὰ σώζων τὰ ὅπλα. γε μὴν πάντ᾽ ἐφορῶν Ἥλιος οὐδὲν εἶδεν ἐφ᾽ ὑμῶν βίαιον οὐδ᾽ ἄδικον οὐδ᾽ οἷα πολλὰ ἐν τοῖς πρόσθεν χρόνοις: ὥστ᾽ εἰκότως ἥδιστα ἐφορᾷ τὴν ὑμετέραν ἀρχήν. δοκεῖ δέ μοι καὶ Ἡσίοδος, εἰ ὁμοίως Ὁμήρῳ τέλειος ἦν τὰ ποιητικὰ καὶ μαντικὸς, ὥσπερ ἐκεῖνος οὐκ ἠγνόησε τὴν ὑμετέραν ἀρχὴν ἐσομένην, ἀλλὰ προεῖδε καὶ ἀνεφθέγξατο ἐν τοῖς ἔπεσιν, οὕτως καὶ αὐτὸς οὐκ ἂν ὥσπερ νῦν ἀπὸ χρυσοῦ γένους ἀρξάμενος γενεαλογεῖν, , ἡνίκα ταύτην ἀρχὴν ἐνεστήσατο, περί γε τοῦ τελευταίου καὶ σιδηροῦ γένους διαλεγόμενος τοῦτον ἂν αὐτοῦ φάναι γενέσθαι τὸν ὄλεθρον, [p. 369]
εὖτ᾽ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν,
ἀλλ᾽ ἡνίκ᾽ ἂν ὑμετέρα προστασία τε καὶ ἀρχὴ καταστῇ, τότ᾽ ἂν φάναι φθαρῆναι τὸ σιδηροῦν φῦλον ἐν τῇ γῇ,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: