previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔφη μικρολογεῖσθαι: νῦν δὲ ὑπὲρ ὧν πάντες μὲν ποιηταὶ λέγοντες ἐλάττους γεγόνασι, πᾶσα δ᾽ περὶ τοὺς λόγους δύναμις ἥττηται, πάντες δ᾽ ὥσπερ ὑπ᾽ ἐκπλήξεως θαυμάζουσι μᾶλλον οἱ δι᾽ ἀκριβείας ἕκαστα ἑορακότες, περὶ τούτων ἀγωνιζόμεθα οὐδὲν ἐλάττω κατὰ τοὺς λόγους ἀγῶνα μικροῦ δεῖν κατὰ τὰς πράξεις ἐκεῖνοι τότε. οὐδὲν οὖν ἀργὸν οὐδ᾽ ἀνεξέταστον εἰκὸς παραλιπεῖν, ὡς ὁμοίως τ᾽ ἐπὶ τοῖς μικροῖς σπουδὴ φέρει μέμψιν καὶ τὸ τοῖς τηλικούτοις μὴ τὴν ἀξίαν διὰ πάντων φυλάξαι. καὶ γὰρ τοῦτο ἕτερον τρόπον ἄν τις εἶναι φαίη μικρολογουμένου. ἀλλ᾽ ἐπάνειμι δή.

συμβάντος γὰρ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς Ἑλλάδος λαμπρῶς καὶ σφαλερῶς ἀνοιχθείσης οἱ μὲν ὥσπερ πύλας τείχους ῥήξαντες εἰσεχέοντο, δυοῖν μερίδοιν οὐδετέρας στερόμενοι. οἱ μὲν γὰρ ἑκόντες, οἱ δ᾽ ἀνάγκῃ προσεχώρουν, περιρρέοντος τοῦ πολέμου καὶ πάντων ἐφεξῆς ὥσπερ πῦρ ἐπιὸν ὑποφευγόντων, οἱ δὲ τῆς Ἀθηνᾶς ἐν πολλοῖς ἤδη πολλάκις δείξαντες ὡς ὀρθῶς εἰσιν ἐπώνυμοι καὶ μάλα ἵλεῳ τῇ τῆς θεοῦ χρῶνται διανοίᾳ, καὶ συνειδότες ἔξωθεν οὖσαν τῇ πόλει τὴν φυλακὴν ψήφισμα [p. 226] ποιοῦνται τὴν μὲν πόλιν ἐπιτρέψαι τῇ πολιούχῳ θεῷ, παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα παρακαταθέσθαι, αὐτοὶ δὲ γυμνωθέντες τῶν περιττῶν προβαλέσθαι τὴν θάλατταν, πάντων ὅσα τις εἴποι μέγιστα κατ᾽ ἀνθρώπους ἐν ἡμέρᾳ μιᾷ παρασχόμενοι σύμβολα εὐσεβείας, καρτερίας, φρονήσεως, φιλανθρωπίας, μεγαλοψυχίας: εὐσεβείας μὲν διὰ τὴν πίστιν ἣν ἐν τοῖς θεοῖς εἶχον: καρτερίας δὲ παίδων καὶ γυναικῶν καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀπεζευγμένοι φέροντι τῷ θυμῷ: φιλανθρωπίας δὲ ὅτι ταῦτα ὑπὲρ τῆς τῶν ἄλλων σωτηρίας ὑπέμενον. καὶ μὴν καὶ μεγαλοψυχίᾳ γε τίς ἀνθρώπων ἐκείνοις ὅμοιος, οἳ τῶν ὄντων ὑπὲρ τῆς ἐλευθερίας ἀπέστησαν; ἀλλὰ μὴν τό γε γνῶναι τὸ μόνον μέλλον διασώζειν ἅπαντα τὰ πράγματα,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: