ὁ δ᾽ ἀμφοτέρας τὰς συλλαβὰς μακρὰς ἔχων κέκληται μὲν σπονδεῖος, ἀξίωμα δὲ ἔχει μέγα καὶ σεμνότητα πολλήν: παράδειγμα δ᾽ αὐτοῦ τόδε
λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.
ὁ δ᾽ ἐκ βραχείας τε καὶ μακρᾶς συγκείμενος ἐὰν μὲν τὴν ἡγουμένην λάβῃ βραχεῖαν, ἴαμβος καλεῖται, καὶ ἔστιν οὐκ ἀγεννής: ἐὰν δὲ ἀπὸ τῆς μακρᾶς ἄρχηται, τροχαῖος, καὶ ἔστι μαλακώτερος θατέρου καὶ ἀγεννέστερος: παράδειγμα δὲ τοῦ μὲν προτέρου τοιόνδε
ποίαν δῆθ᾽ ὁρμάσω, ταύταν
ἢ κείναν, κείναν ἢ ταύταν;
τοῦ δ᾽ ἑτέρου
ἐπὶ σχολῇ πάρεστι, παῖ Μενοιτίου.
ῥυθμοὶ καὶ σχήματα τοσαῦτα: τρισυλλάβων δ᾽ ἕτερα [p. 70] πλείω τῶν εἰρημένων καὶ ποικιλωτέραν ἔχοντα θεωρίαν. ὁ μὲν γὰρ ἐξ ἁπασῶν βραχειῶν συνεστώς, καλούμενος δὲ ὑπό τινων χορεῖος τρίβραχυς πούς, οὗ παράδειγμα τοιόνδε
θυμέ, θύμ᾽ ἀμηχάνοισι κήδεσιν κυκώμενε.
δισυλλάβων μὲν δὴ μορίων λέξεως διαφοραί τε καὶ
ταπεινός τε καὶ ἄσεμνός ἐστι καὶ ἀγεννής, καὶ οὐδὲν ἂν ἐξ αὐτοῦ γένοιτο γενναῖον. ὁ δ᾽ ἐξ ἁπασῶν μακρῶν, μολοττὸν δ᾽ αὐτὸν οἱ μετρικοὶ καλοῦσιν, ὑψηλός τε καὶ ἀξιωματικός ἐστι καὶ διαβεβηκὼς ἐπὶ πολύ: παράδειγμα δὲ αὐτοῦ τοιόνδε
Βρόμιε, δορατοφόρ᾽, ἐνυάλιε, πολεμοκέλαδε,
ὁ δ᾽ ἐκ μακρᾶς καὶ δυεῖν βραχειῶν μέσην μὲν λαβὼν τὴν μακρὰν ἀμφίβραχυς ὠνόμασται, καὶ οὐ σφόδρα τῶν εὐσχήμων ἐστὶ ῥυθμῶν ἀλλὰ διακέκλασταί τε καὶ πολὺ τὸ θῆλυ καὶ ἀηδὲς ἔχει, οἷά ἐστι ταυτί
ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες.
ὁ δὲ προλαμβάνων τὰς δύο βραχείας ἀνάπαιστος μὲν καλεῖται, σεμνότητα δ᾽ ἔχει πολλήν: καὶ ἔνθα δεῖ [p. 71] μέγεθός τι περιτιθέναι τοῖς πράγμασιν ἢ πάθος, ἐπιτήδειός ἐστι παραλαμβάνεσθαι: τούτου τὸ σχῆμα τοιόνδε
Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ.
ὁ δὲ ἀπὸ τῆς μακρᾶς ἀρχόμενος, λήγων δὲ εἰς τὰς βραχείας δάκτυλος μὲν καλεῖται, πάνυ δ᾽ ἐστὶ σεμνὸς καὶ εἰς τὸ κάλλος τῆς ἑρμηνείας ἀξιολογώτατος, καὶ τό γε ἡρωικὸν μέτρον ἀπὸ τούτου κοσμεῖται ὡς ἐπὶ τὸ πολύ: παράδειγμα δὲ αὐτοῦ τόδε
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν.
οἱ μέντοι ῥυθμικοὶ τούτου τοῦ ποδὸς τὴν μακρὰν βραχυτέραν εἶναί φασι τῆς τελείας, οὐκ ἔχοντες δ᾽ εἰπεῖν ὅσῳ, καλοῦσιν αὐτὴν ἄλογον. ἕτερός ἐστιν ἀντίστροφον ἔχων τούτῳ ῥυθμόν, ὃς ἀπὸ τῶν βραχειῶν ἀρξάμενος ἐπὶ τὴν ἄλογον τελευτᾷ: τοῦτον χωρίσαντες ἀπὸ τῶν ἀναπαίστων κυκλικὸν καλοῦσι παράδειγμα αὐτοῦ φέροντες τοιόνδε
Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν.
[p. 72] περὶ ὧν ἂν ἕτερος εἴη λόγος: πλὴν ἀμφότεροί γε τῶν πάνυ καλῶν οἱ ῥυθμοί. ἓν ἔτι λείπεται τρισυλλάβων ῥυθμῶν γένος, ὃ συνέστηκεν ἐκ δύο μακρῶν καὶ βραχείας, τρία δὲ ποιεῖ σχήματα: μέσης μὲν γὰρ γινομένης τῆς βραχείας, ἄκρων δὲ τῶν μακρῶν κρητικός τε λέγεται καὶ ἔστιν οὐκ ἀγεννής. ὑπόδειγμα δὲ αὐτοῦ τοιοῦτον
κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν.
ἂν δὲ τὴν ἀρχὴν αἱ δύο μακραὶ κατάσχωσιν, τὴν δὲ τελευτὴν ἡ βραχεῖα, οἷά ἐστι ταυτί
οἳ δ᾽ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
ἀνδρῶδες πάνυ ἐστὶ τὸ σχῆμα καὶ εἰς σεμνολογίαν ἐπιτήδειον. τὸ δ᾽ αὐτὸ συμβήσεται κἂν ἡ βραχεῖα προτεθῇ τῶν μακρῶν: καὶ γὰρ οὗτος ὁ ῥυθμὸς ἀξίωμα ἔχει καὶ μέγεθος: παράδειγμα δὲ αὐτοῦ τόδε
σοὶ Φοῖβε Μοῦσαί τε σύμβωμοι,
[p. 73] τούτοις ἀμφοτέροις ὀνόματα κεῖται τοῖς ποσὶν ὑπὸ τῶν μετρικῶν βακχεῖος μὲν τῷ προτέρῳ, θατέρῳ δὲ ὑποβάκχειος. οὗτοι δώδεκα ῥυθμοί τε καὶ πόδες εἰσὶν οἱ πρῶτοι καταμετροῦντες ἅπασαν ἔμμετρόν τε καὶ ἄμετρον λέξιν, ἐξ ὧν γίνονται στίχοι τε καὶ κῶλα: οἱ γὰρ ἄλλοι πόδες καὶ ῥυθμοὶ πάντες ἐκ τούτων εἰσὶ σύνθετοι. ἁπλοῦς δὲ ῥυθμὸς ἢ ποὺς οὔτ᾽ ἐλάττων ἔσται δύο συλλαβῶν οὔτε μείζων τριῶν. καὶ περὶ μὲν τούτων οὐκ οἶδ᾽ ὅ τι δεῖ τὰ πλείω λέγειν.
τίν᾽ ἀκτάν, τίν᾽ ὕλαν δράμω; ποῖ πορευθῶ;