previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν οἷς δὲ τὰς πτώσεις τῶν ὀνομάτων καὶ τῶν προσηγοριῶν καὶ τῶν μετοχῶν καὶ τῶν συναπτομένων τούτοις ἄρθρων ἐξαλλάττει τοῦ συνήθους, οὕτως σχηματίζει τῇ φράσει: “σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τῆς ἀπὸ τῶν Ἀθηναίων ὑπούλου εὐνομίας οὐ προτιμήσαντες.” οἱ μὲν γὰρ ἀκολούθως τῇ κοινῇ συνηθείᾳ σχηματίζοντες τὴν φράσιν τῷ τε θηλυκῷ γένει τῆς προσηγορίας τὸ [p. 431] θηλυκὸν ἂν ἔζευξαν μόριον, καὶ τὴν πτῶσιν τῆς μετοχῆς τὴν αἰτιατικὴν ἂν ἀντὶ τῆς γενικῆς ἔταξαν τὸν τρόπον τόνδε: “σωφροσύνην γὰρ λαβοῦσαι αἱ πόλεις καὶ ἄδειαν τῶν πρασσομένων ἐχώρησαν ἐπὶ τὴν ἄντικρυς ἐλευθερίαν, τὴν ἀπὸ τῶν Ἀθηναίων ὕπουλον εὐνομίαν οὐ προτιμήσασαι.” οἱ δὲ τὰ ἀρρενικὰ τοῖς θηλυκοῖς συντάττοντες, ὥσπερ οὗτος πεποίηκεν, καὶ τὰς γενικὰς ἀντὶ τῶν αἰτιατικῶν πτώσεων παραλαμβάνοντες σολοικίζειν ἂν ὑφ᾽ ἡμῶν λέγοιντο. καὶ ἔτι τὰ τοιαῦτα: “καὶ μὴ τῷ πλῆθει αὐτῶν καταπλαγέντες”: οὐ γὰρ ἐπὶ τῆς δοτικῆς πτώσεως ἐσχηματίσθαι τὴν λέξιν ἥρμοττεν, ἀλλ᾽ ἐπὶ τῆς αἰτιατικῆς: “καὶ μὴ τὸ πλῆθος τῶν πολεμίων καταπλαγέντες.” οὐδὲ γὰρτῇ παρὰ τῶν θεῶν ὀργῇ φοβεῖσθαιλέγοιτ᾽ ἄν τις, ἀλλὰτὴν τῶν θεῶν ὀργήν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: