This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις
ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ
τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ
θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον,
[p. 430]
τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ
καὶ τὸ δυνάμενον: ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν,
ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν: “οἱ δὲ Ἀθηναῖοι
τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ
ὀχλώδους τῆς παρασκευῆς,” καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν
εἴρηκεν: “ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ
ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί”: καὶ γὰρ
ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν: ἦν δὲ τὸ
σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε: “ὥστε εἰ μὴ
δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.