Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν δ᾽ ἐν τῇ δευτέρᾳ βύβλῳ Περικλέους ἀπολογίαν,
ἣν ὑπὲρ αὑτοῦ διετίθετο τραχυνομένων Ἀθηναίων, ὅτι
τὸν πόλεμον ἔπεισεν αὐτοὺς ἀναλαβεῖν, οὐχ ὅλην
ἐπαινῶ: οὐδὲ τὰς περὶ τῆς Μυτιληναίων πόλεως δημηγορίας,
ἃς διέθεντο Κλέων καὶ Διόδοτος, τὰς ἐν τῇ
τρίτῃ βύβλῳ: οὐδὲ τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου
πρὸς Καμαριναίους: οὐδὲ τὴν Εὐφήμου τοῦ πρεσβευτοῦ
[p. 399]
τῶν Ἀθηναίων τὴν ἐναντίαν ταύτης, οὐδὲ τὰς ὁμοίας
ταύταις: οὐ γὰρ ἀνάγκη πάσας ἐξαριθμεῖσθαι τὰς εἰς
τὸν αὐτὸν κατεσκευασμένας τῆς διαλέκτου χαρακτῆρα.
ἵνα δὲ μὴ δόξῃ τις φάσεις ἀναποδείκτους με λέγειν,
πολλὰς παρασχέσθαι πίστεις δυνάμενος δυσὶν ἀρκεσθήσομαι
δημηγορίαις, ἵνα μὴ μακρὸς ὁ λόγος γένηται,
τῇ Περικλέους ἀπολογίᾳ καὶ τῇ Ἑρμοκράτους πρὸς
Καμαριναίους κατηγορίᾳ κατὰ τῆς Ἀθηναίων πόλεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.