previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν μὲν οὖν τῇ δευτέρᾳ βύβλῳ τὴν ἐπὶ Πλαταιὰς Λακεδαιμονίων τε καὶ τῶν συμμάχων ἔλασιν ἀρξάμενος γράφειν ὑποτίθεται, τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἀρχιδάμου μέλλοντος δῃώσειν τὴν γῆν, πρέσβεις παρὰ τῶν Πλαταιέων ἀφιγμένους πρὸς αὐτόν, [p. 384] καὶ λόγους ἀποδίδωσιν, οἵους εἰκὸς ἦν ὑπὸ ἀμφοτέρων εἰρῆσθαι, τοῖς τε προσώποις πρέποντας καὶ τοῖς πράγμασιν οἰκείους καὶ μήτ᾽ ἐλλείποντας τοῦ μετρίου μήτε ὑπεραίροντας, λέξει τε κεκόσμηκεν αὐτοὺς καθαρᾷ καὶ σαφεῖ καὶ συντόμῳ καὶ τὰς ἄλλας ἀρετὰς ἐχούσῃ: τήν τε ἁρμονίαν οὕτως ἔναυλον ἀποδέδωκεν ἅμα τοῖς ἡδίστοις παρεξετάζεσθαι: “τοῦ δ᾽ ἐπιγιγνομένου θέρους οἱ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι ἐς μὲν τὴν Ἀττικὴν οὐκ ἐσέβαλον, ἐστράτευσαν δ᾽ ἐπὶ Πλάταιαν: ἡγεῖτο δ᾽ Ἀρχίδαμος Ζευξιδάμου Λακεδαιμονίων βασιλεύς: καὶ καθίσας τὸν στρατὸν ἔμελλε δῃώσειν τὴν γῆν. οἱ δὲ Πλαταιεῖς εὐθὺς πρέσβεις πέμψαντες πρὸς αὐτὸν ἔλεγον τοιάδε: “Ἀρχίδαμε καὶ Λακεδαιμόνιοι, οὐ δίκαια ποιεῖτε οὐδὲ ἄξια οὔθ᾽ ὑμῶν οὔτε πατέρων ὧν ἐστε, ἐς γῆν τὴν Πλαταιέων στρατεύοντες. Παυσανίας γὰρ Κλεομβρότου Λακεδαιμόνιος ἐλευθερώσας τὴν Ἑλλάδα ἀπὸ τῶν Μήδων μετὰ Ἑλλήνων τῶν ἐθελησάντων συνάρασθαι τοῦ κινδύνου καὶ τῆς μάχης, παρ᾽ ἡμῖν ἐγένετο, θύσας ἐν τῇ Πλαταιέων ἀγορᾷ ἱερὰ Διὶ ἐλευθερίῳ καὶ ξυγκαλέσας πάντας τοὺς συμμάχους, ἀπεδίδου Πλαταιεῦσι γῆν καὶ πόλιν τὴν σφετέραν ἔχοντας αὐτονόμους οἰκεῖν, στρατεῦσαί τε μηδένα ποτὲ ἀδίκως ἐπ᾽ αὐτοὺς μηδ᾽ ἐπὶ δουλείᾳ: εἰ [p. 385] δὲ μή, ἀμύνειν τοὺς παρόντας ξυμμάχους κατὰ δύναμιν. τάδε μὲν ἡμῖν πατέρες οἱ ὑμέτεροι ἔδοσαν ἀρετῆς ἕνεκα καὶ προθυμίας τῆς ἐν ἐκείνοις τοῖς κινδύνοις γενομένης. ὑμεῖς δὲ τἀναντία ἐκείνοις δρᾶτε: μετὰ γὰρ Θηβαίων τῶν ἡμῖν ἐχθίστων ἐπὶ δουλείᾳ τῇ ἡμετέρᾳ ἥκετε. μάρτυρας δὲ θεοὺς τούς τε ὁρκίους τότε γενομένους ποιούμενοι καὶ τοὺς ὑμετέρους πατρῴους καὶ ἡμετέρους ἐγχωρίους λέγομεν ὑμῖν, γῆν τὴν Πλαταιίδα μὴ ἀδικεῖν μηδὲ παραβαίνειν τοὺς ὅρκους, ἐᾶν δὲ οἰκεῖν αὐτονόμους, ὥσπερ Παυσανίας ἐδικαίωσε.” τοιαῦτα τῶν Πλαταιέων λεγόντων Ἀρχίδαμος ἀποκρίνεται τοιάδε: “δίκαια λέγετε, ἄνδρες Πλαταιεῖς, ἢν ποιῆτε ὅμοια τοῖς λόγοις. καθάπερ γὰρ Παυσανίας ὑμῖν παρέδωκεν, αὐτοί τε αὐτονομεῖσθε καὶ τοὺς ἄλλους ξυνελευθεροῦτε, ὅσοι μετασχόντες τῶν τότε κινδύνων ὑμῖν τε ξυνώμοσαν καὶ εἰσὶ νῦν ὑπ᾽ Ἀθηναίοις: παρασκευή τε τοσήδε καὶ πόλεμος γεγένηται αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἐλευθερώσεως. ἧς μάλιστα μὲν μετασχόντες καὶ αὐτοὶ ἐμμείνατε τοῖς ὅρκοις. εἰ δὲ μή, ἅπερ καὶ πρότερον ἤδη προὐκαλεσάμεθα, ἡσυχίαν ἄγετε νεμόμενοι τὰ ὑμέτερα αὐτῶν: καὶ ἔστε μηδὲ μεθ᾽ ἑτέρων, δέχεσθε δ᾽ ἀμφοτέρους φίλους, ἐπὶ πολέμῳ δὲ μηδετέρους. καὶ τάδε ἡμῖν ἀρκέσει.” μὲν Ἀρχίδαμος [p. 386] τοσαῦτα εἶπεν. οἱ δὲ Πλαταιῶν πρέσβεις ἀκούσαντες ταῦτα εἰσῆλθον εἰς τὴν πόλιν: καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο αὐτῷ, ὅτι ἀδύνατα εἴη σφίσι ποιεῖν, προκαλεῖται, ἄνευ Ἀθηναίων: παῖδες γὰρ σφῶν καὶ γυναῖκες παρ᾽ ἐκείνοις εἴησαν. δεδιέναι δὲ καὶ περὶ πάσῃ τῇ πόλει, μὴ ᾿κείνων ἀποχωρησάντων Ἀθηναῖοι ἐλθόντες σφίσιν οὐκ ἐπιτρέπωσιν Θηβαῖοι ὡς ἔνορκοι ὄντες κατὰ τὸ ἀμφοτέρους δέχεσθαι αὖθις σφῶν τὴν πόλιν πειράσωσι καταλαβεῖν. δὲ θαρσύνων αὐτοὺς πρὸς ταῦτα ἔφη: “ὑμεῖς δὲ πόλιν μὲν καὶ οἰκίας ἡμῖν παράδοτε τοῖς Λακεδαιμονίοις, καὶ γῆς ὅρους ἀποδείξατε, καὶ δένδρα τὰ ὑμέτερα καὶ εἴ τι ἄλλο δυνατὸν εἰς ἀριθμὸν ἐλθεῖν: αὐτοὶ δὲ μεταχωρήσατε ὅποι βούλεσθε, ἕως ἂν πόλεμος : ἐπειδὰν δὲ παρέλθῃ, ἀποδώσομεν ὑμῖν, ἂν παραλάβωμεν: μέχρι δὲ τοῦδε ἕξομεν ὑμῖν παρακαταθήκην ἐργαζόμενοι καὶ ἀποφορὰν φέροντες, ἂν ὑμῖν ἱκανὴ μέλλῃ ἔσεσθαι.” οἳ δὲ ἀκούσαντες αὖθις εἰσῆλθον εἰς τὴν πόλιν, καὶ βουλευσάμενοι μετὰ τοῦ πλήθους ἔλεξαν, ὅτι βούλονται Ἀθηναίοις κοινῶσαι πρῶτον προκαλεῖται, καὶ ἢν πείθωσιν αὐτούς, ποιεῖν ταῦτα. μέχρι δὲ τούτου σπείσασθαι σφίσιν ἐκέλευον [p. 387] καὶ τὴν γῆν μὴ δῃοῦν. δ᾽ ἡμέρας τε ἐσπείσατο, ἐν αἷς εἰκὸς ἦν κομισθῆναι, καὶ τὴν γῆν οὐκ ἔτεμνεν. ἐλθόντες δὲ οἱ Πλαταιεῖς πρέσβεις ὡς τοὺς Ἀθηναίους καὶ βουλευσάμενοι μετ᾽ αὐτῶν πάλιν ἦλθον ἀγγέλλοντες τοῖς ἐν τῇ πόλει τοιάδε: “οὔτ᾽ ἐν τῷ πρὸ τοῦ χρόνῳ, ἄνδρες Πλαταιεῖς, ἀφ᾽ οὗ ξύμμαχοι ἐγενόμεθα, Ἀθηναῖοι φασὶν ἐν οὐδενὶ ὑμᾶς προέσθαι ἀδικουμένους οὔτε νῦν περιόψεσθαι, βοηθήσειν δὲ κατὰ δύναμιν: ἐπισκήπτουσίν τε ὑμῖν πρὸς τῶν ὅρκων, οὓς οἱ πατέρες ὤμοσαν, μηδὲν νεωτερίζειν περὶ τὴν συμμαχίαν.” τοιαῦτα τῶν πρέσβεων ἀπαγγειλάντων οἱ Πλαταιεῖς ἐβουλεύσαντο Ἀθηναίους μὴ προδιδόναι, ἀλλ᾽ ἀνασχέσθαι καὶ γῆν τεμνομένην, εἰ δέοι, ὁρῶντας καὶ ἄλλο πάσχοντας, τι ἂν ξυμβαίνῃ: ἐξελθεῖν τε μηδένα ἔτι, ἀλλ᾽ ἀπὸ τοῦ τείχους ἀποκρίνασθαι, ὅτι ἀδύνατά ἐστι σφίσι ποιεῖν Λακεδαιμόνιοι προκαλοῦνται. ὡς δ᾽ ἀπεκρίναντο, ἐντεῦθεν δὴ πρῶτον μὲν ἐς ἐπιμαρτυρίαν καὶ θεῶν καὶ ἡρώων τῶν ἐγχωρίων Ἀρχίδαμος βασιλεὺς κατέστη λέγων ὧδε: “θεοὶ ὅσοι γῆν τὴν Πλαταιίδα ἔχετε, καὶ ἥρωες, ξυνίστορες ἔστε, ὅτι οὔτε τὴν ἀρχὴν ἀδίκως, ἐκλιπόντων δὲ τῶνδε προτέρων τὸ ξυνώμοτον ἐπὶ γῆν τήνδε ἤλθομεν, ἐν οἱ πατέρες ἡμῶν [p. 388] εὐξάμενοι ὑμῖν Μήδων ἐκράτησαν καὶ παρέσχετε αὐτὴν εὐμενῆ ἐναγωνίσασθαι τοῖς Ἕλλησιν, οὔτε νῦν ἤν τι ποιῶμεν, ἀδικήσομεν: προκαλεσάμενοι γὰρ πολλὰ καὶ εἰκότα οὐ τυγχάνομεν. ξυγγνώμονες δὲ ἔστε τῆς μὲν ἀδικίας κολάζεσθαι τοῖς ὑπάρχουσι προτέροις, τῆς δὲ τιμωρίας τυγχάνειν τοῖς ἐπιφέρουσι νομίμως.” τοσαῦτα ἐπιθειάσας καθίστη εἰς πόλεμον τὸν στρατόν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: