previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οὐολοῦσκοι δ᾽ ὑπό τε θράσους καὶ αὐθαδείας προαχθέντες τοῦ τε Ῥωμαϊκοῦ στρατεύματος ὡς οὐκ ἀξιομάχου ὄντος πρὸς τὸ ἑαυτῶν πλῆθος συμφέρεσθαι καταφρονήσαντες ἐξῆλθον ἀγωνιούμενοι περὶ τῆς γῆς, καὶ πλησίον τοῦ Οὐετουρίου κατεστρατοπέδευσαν. οἷα δὲ φιλεῖ πάσχειν στραιὰ νεοσύλλεκτος ἔκ τε πολιτικοῦ καὶ γεωργικοῦ πρὸς καιρὸν συνελθόντος ὄχλου συναχθεῖσα, ἐν πολὺ καὶ τὸ ἄνοπλον ἦν καὶ κινδύνων ἄπειρον, οὐδ᾽ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐθάρσησεν: [2] ἀλλ᾽ ἅμα τῇ πρώτῃ τῶν Ῥωμαίων ἐφόδῳ διαταραχθέντες οἱ πολλοὶ καὶ οὔτ᾽ ἀλαλαγμὸν οὔθ᾽ ὅπλων κτύπον ἀνασχόμενοι, προτροπάδην ἔφευγον εἰς τὰ τείχη: ὥστε πολλοὺς μὲν ἐν ταῖς στενοχωρίαις τῶν ὁδῶν καταληφθέντας ἀποθανεῖν, πολλῷ δὲ πλείους παρὰ ταῖς πύλαις ὠθουμένους τῶν ἱππέων ἐπιδιωκόντων. [3] Οὐολοῦσκοι μὲν οὖν ταύτῃ χρησάμενοι τῇ συμφορᾷ [p. 399] σφᾶς αὐτοὺς ᾐτιῶντο τῆς ἀφροσύνης, καὶ οὐδὲν ἔτι παρακινδυνεύειν ἐπειρῶντο. οἱ δὲ τὰς ἐν ὑπαίθρῳ στρατιὰς Οὐολούσκων τε καὶ Αἰκανῶν ἔχοντες ἡγεμόνες, πυνθανόμενοι τὰ οἰκεῖα πολεμούμενα γενναῖόν τι καὶ οὗτοι δρᾶν ἐβουλεύσαντο, ἀναστάντες ἐκ τῆς Ἑρνίκων τε καὶ Λατίνων γῆς ἐπὶ τὴν Ῥώμην ἄγειν ὡς εἶχον ὀργῆς τε καὶ τάχους, τὸν στρατόν, κατὰ τοιάνδε τινὰ καὶ αὐτοὶ δόξαν, ὅτι δυεῖν ἔργων καλῶν θάτερον αὐτοῖς κατορθῶσαι ὑπάρξει, τὴν Ῥώμην ἀφύλακτον οὖσαν ἑλεῖν, τοὺς πολεμίους ἐκ τῆς ἑαυτῶν χώρας ἐκβαλεῖν, ὡς δὴ τῶν ὑπάτων ἀναγκασθησομένων πολεμουμένῃ [4] τῇ πατρίδι βοηθεῖν. ταῦτα διανοηθέντες ἦγον τὴν στρατιὰν ἐπιταχύνοντες, ἵν᾽ ἐξ ἀπροσδοκήτου τῇ πόλει συμμίξαντες εὐθὺς ἔργου ἔχωνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: