previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Μάρκιος πρῶτος καὶ πρὸ πολλῶν ὑποστὰς τοὺς πολεμίους καὶ λαμπρότατος ἁπάντων γενόμενος Ῥωμαίων ἔν τε τῇ τειχομαχίᾳ καὶ τοῖς ἐντὸς τείχους ἀγῶσι, λαμπρότερος ἐν τῷ δευτέρῳ ἀγῶνι τῷ πρὸς τοὺς Ἀντιάτας συστάντι ἐφάνη. οὐδὲ γὰρ ταύτης ἐδικαίωσεν ἀπολειφθῆναι τῆς μάχης, ἀλλ᾽ ἅμα τῷ κρατηθῆναι τὴν πόλιν ὀλίγους τοὺς ἀκολουθῆσαι δυνηθέντας ἐπαγόμενος ἐχώρει δρόμῳ, καὶ καταλαβὼν παρατεταγμένας ἤδη τὰς δυνάμεις καὶ μελλούσας εἰς χεῖρας ἰέναι, τήν τε ἅλωσιν τῆς πόλεως πρῶτος ἀναγγέλλει τοῖς σφετέροις, τεκμήριον αὐτῆς ἀποδεικνὺς τὸν καπνόν, ὃς ἀπὸ τῶν ἐμπρησθεισῶν οἰκιῶν πολὺς ἐφέρετο, καὶ δεηθεὶς τοῦ ὑπάτου κατὰ τὸ καρτερώτατον τῶν πολεμίων εἱλεῖτο. [2] καὶ ἐπειδὴ τὰ σημεῖα ἤρθη τῆς μάχης, πρῶτος ὁμόσε τοῖς ἐναντίοις ἐχώρει καὶ πολλοὺς τῶν εἰς χεῖρας ἐλθόντων ἀποκτείνας εἰς μέσην αὐτῶν τὴν φάλαγγα ὠθεῖται. οἱ δ᾽ Ἀντιάται συστάδην μὲν οὐκέτι μάχεσθαι πρὸς αὐτὸν ὑπέμενον, ἀλλ᾽ ἐξέλειπον τὰς τάξεις καθ᾽ οὓς γένοιτο ἐπιών, κύκλῳ δὲ περιίσταντο ἀθρόοι καὶ ἔβαλλον ὑποχωροῦντες ἐπιόντα τε καὶ ἑπόμενον. δὲ Πόστουμος ὡς ἔγνω [p. 403] τοῦτο, δείσας μή τι μονωθεὶς ἀνὴρ πάθῃ, τοὺς κρατίστους τῶν νέων ἀρωγοὺς αὐτῷ πέμπει: κἀκεῖνοι ποιήσαντες πυκνοὺς τοὺς λόχους ἐμβάλλουσι τοῖς πολεμίοις. οὐ δεξαμένων δ᾽ αὐτοὺς τῶν κατὰ μέτωπον, ἀλλ᾽ εἰς φυγὴν τραπέντων, προσωτέρω προχωροῦντες εὑρίσκουσι τὸν Μάρκιον τραυμάτων μεστὸν καὶ περὶ αὐτὸν ὁρῶσι νεκρούς τε κειμένους πολλοὺς καὶ ἡμιθανεῖς. [3] μετὰ τοῦτ᾽ ἤδη κοινῶς ἐχώρουν ἡγεμόνα τὸν Μάρκιον ἔχοντες ἐπὶ τοὺς ἔτι διαμένοντας ἐν τάξει, κτείνοντες τοὺς ὑφισταμένους καὶ ὥσπερ ἀνδραπόδοις παραχρώμενοι. ἄξιοι μὲν δὴ λόγου καὶ οἱ ἄλλοι Ῥωμαῖοι ἐν ταύτῃ τῇ μάχῃ ἐγένοντο, κράτιστοι δ᾽ αὐτῶν οἱ προασπίσαντες τὸν Μάρκιον: ὑπὲρ ἅπαντας δ᾽ αὐτὸς Μάρκιος, ὃς καὶ τῆς νίκης ἀναμφιλόγως αἰτιώτατος ἦν. ἐπεὶ δὲ συνεσκόταζεν ἤδη, οἱ μὲν Ῥωμαῖοι ἀνεχώρουν ἐπὶ τὸ στρατόπεδον μέγα ἐπὶ τῇ νίκῃ φρονοῦντες καὶ πολλοὺς μὲν ἀνῃρηκότες τῶν Ἀντιατῶν, πολλοὺς δ᾽ αἰχμαλώτους ἄγοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: