previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων: ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο. [2] χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δ᾽ ὑμῖν ἐβούλοντο εἶναι, ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ [p. 372] Συέσσης, πόλεως πάνυ εὐδαίμονος, ἐξὸν αὐτοῖς μηδενὶ κοινωνῆσαι τῶν λαφύρων, ἀλλ᾽ αὐτοὶ κατασχεῖν καὶ πάντας ὑπερβαλέσθαι πλούτῳ βασιλεῖς, οὐκ ἠξίωσαν, ἀλλὰ φέροντες εἰς μέσον ἔθηκαν ἅπασαν τὴν ὠφέλειαν: ὥσθ᾽ ἡμᾶς χωρὶς ἀνδραπόδων καὶ βοσκημάτων καὶ τῆς ἄλλης κτήσεως πολλῆς οὔσης καὶ καλῆς ἀργυρίου πέντε μνᾶς κατ᾽ ἄνδρα διανείμασθαι. [3] ὧν ἡμεῖς ἀμελήσαντες, ἐπειδὴ τυραννικώτερον ἐχρῶντο ταῖς ἐξουσίαις οὐκ εἰς τὸν δῆμον πλημμελοῦντες, ἀλλ᾽ εἰς ὑμᾶς, δυσανασχετοῦντες ἐπὶ τοῖς γινομένοις τῆς μὲν τῶν βασιλέων εὐνοίας ἀπέστημεν, ὑμῖν δὲ προσεθέμεθα: καὶ συνεπαναστάντες αὐτοῖς μεθ᾽ ὑμῶν οἵ τ᾽ ἐν τῇ πόλει καὶ οἱ ἐπὶ στρατοπέδου τοὺς μὲν ἐξηλάσαμεν, ὑμῖν δὲ φέροντες ἀνεθήκαμεν τὴν ἐκείνων ἀρχήν. πολλάκις τε γενόμενον ἐφ᾽ ἡμῖν μεταθέσθαι πρὸς τοὺς ἐξελασθέντας τὰς μεγάλας δωρεάς, ἃς ὑπέτεινον ἡμῖν, ἵνα δὴ τὸ πρὸς ὑμᾶς πιστὸν ἐγκαταλίπωμεν, οὐχ ὑπεμείναμεν, ἀλλὰ πολλοὺς καὶ μεγάλους καὶ συνεχεῖς πολέμους καὶ κινδύνους δι᾽ ὑμᾶς ἀνηντλήσαμεν: καὶ μέχρι τοῦ παρόντος ἔτος ἑπτακαιδέκατον ἤδη τριβόμεθα πᾶσιν ἀνθρώποις μαχόμενοι περὶ τῆς κοινῆς ἐλευθερίας. [4] ἀκαταστάτου μὲν γὰρ ἔτι τῆς πολιτείας [p. 373] οὔσης: οἷα γίγνεσθαι φιλεῖ περὶ τὰς μεταβολὰς τὰς αἰφνιδίως γιγνομένας: δυσὶ ταῖς ἐπιφανεστάταις πόλεσι Τυρρηνῶν, Ταρκυνιήταις τε καὶ Οὐιεντανοῖς κατάγειν βουλομένοις τοὺς βασιλεῖς μεγάλῃ στρατιᾷ, παρακινδυνεύσαντες ὀλίγοι πρὸς πολλοὺς διηγωνίσμεθα, καὶ μεγίστην ἀποδειξάμενοι προθυμίαν τούς τ᾽ ἀντιταχθέντας μάχῃ νικήσαντες ἀπεωσάμεθα, καὶ τῷ περιόντι τῶν ὑπάτων διεσώσαμεν τὴν ἀρχήν. [5] οὐ πολλοῖς δὲ χρόνοις ὕστερον Πορσίναν Τυρρηνῶν βασιλέα κατάγειν καὶ αὐτὸν ἀξιοῦντα τοὺς φυγάδας τῇ τ᾽ ἐξ ἁπάσης Τυρρηνίας, ἣν αὐτὸς ἐπήγετο, δυνάμει καὶ ταῖς ὑπ᾽ ἐκείνων ἐκ πολλοῦ συναχθείσαις, οὐκ ἔχοντες ἀξιόμαχον χεῖρα καὶ διὰ τοῦτο κατακλεισθέντες εἰς πολιορκίαν τε καὶ ἀμηχανίαν καὶ παντὸς πράγματος ἀπορίαν, τῷ πάντα ὑπομεῖναι τὰ δεινὰ φίλον γενόμενον ἠναγκάσαμεν ἀπελθεῖν. [6] τὰ δὲ τελευταῖα τρίτον κάθοδον τῶν βασιλέων παρασκευασαμένων διὰ τοῦ Λατίνων ἔθνους καὶ τριάκοντα πόλεις ἐπαγομένων, ἀντιβολοῦντας ὑμᾶς ὁρῶντες καὶ ὀλοφυρομένους καὶ ἕνα ἕκαστον ἐπιβοώμενον ἑταιρίας τε καὶ συντροφίας καὶ ὁμαιχμίας ἀναμιμνήσκοντας οὐχ ὑπεμείναμεν ἐγκαταλιπεῖν: ἡγησάμενοι δὲ κάλλιστον εἶναι καὶ λαμπρότατον ἀγῶνα τὸν ὑπὲρ ὑμῶν ὁμόσε τοῖς δεινοῖς ἐχωρήσαμεν, μέγιστον δὴ κινδύνων ἀναρρίψαντες ἐκεῖνον, ἐν πολλὰ μὲν τραύματα λαβόντες, πολλὰ δὲ σώματα συγγενῶν τε [p. 374] καὶ ἑταίρων καὶ ὁμοσκήνων ἀποβαλόντες, ἐνικήσαμεν τοὺς πολεμίους καὶ τοὺς ἡγεμόνας αὐτῶν ἀπεκτείναμεν καὶ τὴν βασιλικὴν συγγένειαν ἅπασαν διεφθείραμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: