previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δ᾽ ἠγγέλθη ταῦτα τοῖς ἐν τῇ πόλει, πολὺς θόρυβος καὶ οἰμωγὴ ἦν καὶ διὰ τῶν στενωπῶν δρόμος, τοῦ μὲν δήμου καταλιπεῖν τὴν πόλιν παρασκευαζομένου, τῶν δὲ πατρικίων ἀποτρέπειν ἀξιούντων καὶ βίαν τοῖς μὴ βουλομένοις προσφέρειν: βοή τε περὶ τὰς πύλας καὶ πολὺς ἀνακλαυθμὸς ἦν λόγοι τε κατ᾽ ἀλλήλων ἐχθροὶ καὶ ἔργα πολεμίων ἐγίνοντο οὐκέτι διακρίνοντος οὐδενὸς οὔτε ἡλικίαν οὔτε ἑταιρίαν οὔτε ἀξίωσιν ἀρετῆς. [2] ἐπειδὴ δ᾽ οἱ ταχθέντες ὑπὸ τῆς βουλῆς φρουρεῖν τὰς ἐξόδους: ἦσαν γὰρ δὴ ὀλίγοι καὶ οὐχ ἱκανοὶ ἔτι ἀντέχειν: ἐκβιασθέντες ὑπὸ τοῦ δήμου κατέλιπον τὴν φυλακήν, τότε ἤδη τὸ δημοτικὸν πολὺ ἐξεχεῖτο, καὶ τὸ πάθος ἦν ἁλώσει πόλεως ἐμφερές, οἰμωγή τε τῶν ὑπομενόντων καὶ κατάμεμψις ἀλλήλων ἐγίνετο ἐρημουμένην τὴν πόλιν ὁρώντων. μετὰ τοῦτο βουλαί τε συχναὶ καὶ κατηγορίαι τῶν αἰτίων τῆς ἀποστάσεως ἐγίνοντο. ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ τὰ πολέμια ἔθνη ἐπετίθεντο αὐτοῖς προνομεύοντα τὴν γῆν ἄχρι τῆς πόλεως. οἱ μέντοι ἀποστάται τὸν ἀναγκαῖον ἐπισιτισμὸν ἐκ τῶν πλησίον ἀγρῶν λαμβάνοντες, ἄλλο δ᾽ οὐδὲν τὴν χώραν κακουργοῦντες, ἔμενον ὑπαίθριοι καὶ τοὺς προσιόντας ἐκ τῆς πόλεως καὶ τῶν πέριξ φρουρίων ὑπελάμβανον συχνοὺς ἤδη γινομένους. [3] οὐ γὰρ μόνον οἱ τὰ χρέα καὶ τὰς καταδίκας καὶ τὰς προσδοκωμένας ἀνάγκας διαφυγεῖν προαιρούμενοι συνέρρεον [p. 331] ὡς αὐτούς, ἀλλὰ καὶ τῶν ἄλλων, ὅσοις βίος ἦν ἀργὸς ῥᾴθυμος ταῖς ἐπιθυμίαις χορηγεῖν οὐχ ἱκανὸς πονηρῶν ἐπιτηδευμάτων ζηλωτὴς φθονερὸς ταῖς ἑτέρων εὐτυχίαις δι᾽ ἄλλην τινὰ συμφορὰν αἰτίαν ἀλλοτρίως διακείμενος τῇ καθεστώσῃ πολιτείᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: