previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα μὲν τῶν τριῶν πρεσβευτῶν παρόντων ἔλεξεν, ἰδίᾳ δὲ τὸν Φαβρίκιον ἀπολαβών: ἐγὼ σέ, φησίν, Φαβρίκιε, πυνθάνομαι κράτιστον ἐν ἡγεμονίαις πολέμων εἶναι κἀν τῷ βίῳ δίκαιον καὶ σώφρονα καὶ τὰς ἄλλας ἁπάσας ἔχοντα ἀρετάς, χρημάτων δ᾽ ἄπορον καὶ καθ᾽ ἓν τὸ μέρος τοῦτο ἐλασσούμενον ὑπὸ τῆς τύχης, ὥστε μηδὲν ἄμεινον τῶν πενεστάτων βουλευτῶν ἐν τοῖς κατὰ τὸν βίον διατελεῖν. [2] τοῦτο δὴ τὸ μέρος ἐκπληρῶσαι προθυμούμενος ἕτοιμός εἰμι διδόναι σοὶ πλῆθος ἀργυρίου καὶ χρυσίου τοσοῦτον, ὅσον κτησάμενος ἅπαντας ὑπερβαλεῖς πλούτῳ τοὺς μάλιστα δοκοῦντας Ῥωμαίων εὐπορεῖν: καλὸν νομίσας ἀνάλωμα καὶ πρέπον ἡγεμόνι τοὺς ἀγαθοὺς ἄνδρας ἀναξίως τῆς ἀρετῆς διὰ πενίαν πράττοντας εὐεργετεῖν καὶ βασιλικοῦ πλούτου τοῦτ᾽ ἀνάθημα καὶ κατασκεύασμα λαμπρότατον. [3] μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ᾽ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί᾽ οὐκ ἐλάττω ... καὶ ξένων τοὺς τιμιωτάτους εἶναι [p. 303] νόμιζε. ἐμοὶ δ᾽ ἀντὶ τούτων μήτ᾽ ἄδικον μήτ᾽ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ᾽ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι. [4] καὶ πρῶτον μὲν ἐπὶ τὰς διαλλαγάς, ὅση δύναμις ἐν σοί, παρόρμησον τὴν ἄχρι τοῦδε δύσεριν καὶ οὐδὲν τῶν μετρίων φρονοῦσαν βουλήν, διδάσκων, ὡς οὐκ ἐπὶ κακῷ τῆς πόλεως ὑμῶν ἀφῖγμαι Ταραντίνοις καὶ τοῖς ἄλλοις Ἰταλιώταις ὑποσχόμενος βοηθήσειν, οὓς οὔτε ὅσιον οὔτ᾽ εὔσχημόν ἐστί μοι παρόντι μετὰ δυνάμεως καὶ τὴν πρώτην νενικηκότι μάχην ἐγκαταλιπεῖν. καὶ πάνυ πολλὰ καὶ ἀναγκαῖα πράγματα κατὰ τοῦτον γενόμενα τὸν καιρὸν ἐπὶ τὴν ἰδίαν με ἀρχὴν μετακαλεῖ. [5] πίστεις τε ὑπέχομαι πάσας, ὁπόσαι βεβαιοῦσιν ἀνθρώπων ὁμολογίας, καὶ μόνῳ καὶ μετὰ τῶν ἄλλων πρεσβευτῶν περὶ τῆς οἴκαδε ἀνακομιδῆς % εἶναι Ῥωμαῖοι ποιήσαιντο φίλοι, ἵνα θαρρῶν πρὸς τοὺς σεαυτοῦ πολίτας λέγῃς, εἰ δή τισι τὸ τῆς βασιλείας ὄνομα ὕποπτόν ἐστιν ὡς ἀπατηλὸν ἐν ὁμολογίαις, ἐξ ὧν ἕτεροί τινες ἐν ὅρκοις καὶ σπονδαῖς παρανομεῖν ἔδοξαν ὅμοια καὶ περὶ ἐμοῦ τεκμαιρομένοις. [6] γενομένης δὲ τῆς [p. 304] εἰρήνης ἴθι μετ᾽ ἐμοῦ σύμβουλός τε ἁπάντων ἐσόμενος ἐμοὶ καὶ ὑποστράτηγος καὶ τῆς βασιλικῆς εὐτυχίας μέτοχος. ἐμοί τε γὰρ ἀνδρὸς ἀγαθοῦ καὶ πιστοῦ φίλου δεῖ, σοί τε χορηγίας βασιλικῆς καὶ πραγμάτων βασιλικῶν: ἐὰν δὴ συνενέγκωμεν ταῦτ᾽ εἰς τὸ κοινόν, τὰ μέγιστα τῶν ἀγαθῶν παρ᾽ ἀλλήλων ἀποισόμεθα. Ursin.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: