previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀθήνῃσι μὲν ἐν τοῦ γηγενοῦς Ἐρεχθέως τῷ σηκῷ ἱερά τις ὑπ᾽ Ἀθηνᾶς φυτευθεῖσα ἐλαία κατὰ [p. 249] τὴν ἔριν τὴν γενομένην αὐτῇ πρὸς Ποσειδῶνα περὶ τῆς χώρας, ἅμα τοῖς ἄλλοις τοῖς ἐν τῷ ἱερῷ οὖσιν ἐμπρησθεῖσα ὑπὸ τῶν βαρβάρων, ὅτε τῆς ἀκροπόλεως ἐκράτησαν, δευτέρᾳ τῆς ἐμπρήσεως ἡμέρᾳ βλαστὸν ἐκ τοῦ στελέχους ἀνῆκεν ὅσον τε πηχυαῖον, δῆλον ἅπασι ποιῆσαι βουλομένων τῶν θεῶν, ὅτι ταχέως ἑαυτὴν πόλις ἀναλαβοῦσα βλαστοὺς ἀντὶ τῶν παλαιῶν ἐξοίσει νέους. [2] ἐν δὲ τῇ Ῥώμῃ καλιάς τις Ἄρεος ἱερὰ περὶ τὴν κορυφὴν ἱδρυμένη τοῦ Παλατίου συγκαταφλεγεῖσα ταῖς πέριξ οἰκίαις ἕως ἐδάφους, ἀνακαθαιρομένων τῶν οἰκοπέδων ἕνεκα τῆς ἐπισκευῆς, ἐν μέσῃ τῇ περικαύστῳ σποδῷ τὸ σύμβολον τοῦ συνοικισμοῦ τῆς πόλεως διέσωσεν ἀπαθές, ῥόπαλον ἐκ θατέρου τῶν ἄκρων ἐπικάμπιον, οἷα φέρουσι βουκόλοι καὶ νομεῖς οἱ μὲν καλαύροπας, οἱ δὲ λαγωβόλα καλοῦντες, Ῥωμύλος ὀρνιθευόμενος διέγραφε τῶν οἰωνῶν τὰς χώρας, ὅτε τὴν πόλιν οἰκίζειν ἔμελλεν. [3] εὐζώνῳ καὶ οὐδὲν ἔξω τῶν ὅπλων φερούσῃ στρατιᾷ. κρότου καταρραγέντος, ὡς ἐπὶ μεγίστῳ μὲν θεάματι, καλλίστῳ δ᾽ ἀκούσματι, οἵ τε βεβαίως ἄποροι καὶ οἱ πλαττόμενοι τὴν εἰς τὸ παντελὲς ἀπορίαν. Ambr.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: