previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ φέρε πρὸς Διός, εἴ τι τούτων ἐγὼ ψεύδομαι, δειξάτω τις ὑμῖν τῶν σεμνῶν τούτων παρελθών, τίνας ἐπιφανεῖς καὶ καλὰς πράξεις προεχόμενος ἐμοῦ πλέον ἔχειν ἀξιοῖ: πότερον ἔτη πλείω στρατευσάμενος μάχας πλείους ἀγωνισάμενος τραύματα πλείω λαβὼν στεφάνοις καὶ φαλάροις καὶ σκύλοις καὶ τοῖς ἄλλοις ἐπινικίοις κόσμοις ὑπερβαλόμενος, δἰ ὃν ἀσθενέστεροι μὲν οἱ πολέμιοι γεγόνασιν ἐπιφανεστέρα δὲ καὶ μείζων πατρίς; μᾶλλον δὲ τὸ δέκατον ἐπιδειξάτω μέρος, ὧν ὑμῖν ὑπέδειξα ἐγώ. [2] ἀλλὰ τούτων γ᾽ οἱ πλείους οὐδ᾽ ἂν πολλοστὴν ἔχοιεν προενέγκασθαι μοῖραν τῶν ἐμῶν: ἔνιοι δὲ οὐδ᾽ ἂν τῷ φαυλοτάτῳ τῶν ἐκ τοῦ δήμου φανεῖεν τὰ ἴσα κακοπαθήσαντες. οὐ γάρ ἐστιν αὐτῶν ἐν τοῖς ὅπλοις λαμπρότης, ἀλλ᾽ ἐν τοῖς λόγοις, οὐδὲ κατὰ τῶν ἐχθρῶν τὸ δυνάμενον, ἀλλὰ κατὰ τῶν φίλων: οὐδ᾽ ἡγοῦνται κοινὴν οἰκεῖν πόλιν, σφῶν δ᾽ αὐτῶν ἰδίαν, ὥσπερ οὐ συνελευθερωθέντες ἀπὸ τῆς τυραννίδος ὑφ᾽ ἡμῶν, ἀλλὰ κατὰ κληρονομίαν παρὰ τῶν τυράννων παραλαβόντες ἡμᾶς: οἵ γετὰ μὲν ἄλλα, ὅσα ὑβρίζοντες ἡμᾶς μικρὰ καὶ μείζω διατελοῦσιν, ὡς ἅπαντες ἐπίστασθε, [p. 72] [3] σιωπῶ, — ἀλλ᾽ εἰς τοῦτο προεληλύθασιν ὑπερηφανίας, ὥστ᾽ οὐδὲ φωνὴν ἀξιοῦσί τινα ἡμῶν ἀφιέναι περὶ τῆς πατρίδος ἐλευθέραν οὐδὲ διᾶραι τὸ στόμα, ἀλλὰ τὸν μὲν εἰπόντα περὶ τῆς κληρουχίας Σπόριον Κάσσιον, τρισὶ μὲν ὑπατείαις κεκοσμημένον, δυσὶ δὲ θριάμβοις λαμπροτάτοις, τοσαύτην δὲ δεινότητα περί τε τὰς στρατηγικὰς πράξεις καὶ περὶ τὰ πολιτικὰ βουλεύματα ἀποδειξάμενον, ὅσην οὐδεὶς τῶν τότε γενομένων, τοῦτον τὸν ἄνδρα αἰτιασάμενοι τυραννίδι ἐπιχειρεῖν καὶ ψευδέσι καταγωνισάμενοι μαρτυρίαις δι᾽ οὐδὲν ἕτερον, ἀλλ᾽ ὅτι φιλόπολις ἦν καὶ φιλόδημος, [4] ὤσαντες ἀπὸ τοῦ κρημνοῦ διέφθειραν. Γναῖον δὲ Γενύκιον δήμαρχον ὄντα ἡμέτερον, ἐπεὶ τὸ αὐτὸ τοῦτο πολίτευμα μετὰ τὸ ἔτος ἑνδέκατον ἀνενεοῦτο, καὶ τοὺς ὑπατεύσαντας ἐν τῷ πρότερον ἐνιαυτῷ κατέστησεν ὑπὸ δίκην ἀμελήσαντας τῶν ψηφισμάτων τῆς βουλῆς, περὶ τῶν γεωμόρων ἐψηφίσατο, ἐπεὶ φανερῶς οὐχ οἷοί τ᾽ ἦσαν ἀνελεῖν, μιᾷ πρότερον ἡμέρᾳ τῆς δίκης ἀφανῶς ἀνήρπασαν. [5] τοιγάρτοι πολὺς ἐνέπεσε τοῖς μετὰ ταῦτα φόβος, καὶ οὐδεὶς ἔτι τὸ κινδύνευμα τοῦτο ὑπέδυ, ἀλλὰ τριακοστὸν ἔτος τοῦτο ἀνεχόμεθα ὥσπερ ἐν τυραννίδι τὴν ἐξουσίαν ἀπολωλεκότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: