previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κοίντου δὲ Φαβίου Οὐιβολανοῦ παρειληφότος τὴν ὑπατείαν τὸ τρίτον καὶ Λευκίου Κορνηλίου καὶ τελούντων πατρίους ἀγῶνας Αἰκανῶν ἄνδρες ἐπίλεκτοι πλῆθος ἀμφὶ τοὺς ἑξακισχιλίους ὁπλισμῷ τ᾽ εὐζώνῳ συνεσταλμένοι καὶ ἐν νυκτὶ ποιησάμενοι τὴν ἔξοδον σκότους ἔτι ὄντος ἐπὶ πόλιν ἀφικνοῦνται Τυσκλάνων, ἐστι μὲν τοῦ Λατίνων ἔθνους, ἀφέστηκε δὲ τῆς Ῥώμης οὐκ ἔλαττον σταδίων ἑκατόν. [2] εὑρόντες δὲ ὡς ἐν εἰρήνῃ πύλας τε ἀκλείστους καὶ τεῖχος ἀφύλακτον αἱροῦσι τὴν πόλιν ἐξ ἐφόδου μνησικακοῦντες τοῖς Τυσκλάνοις, ὅτι τῇ Ῥωμαίων πόλει τά τε ἄλλα μετὰ προθυμίας συμπράττοντες διετέλουν, καὶ [p. 37] ἐν τῇ πολιορκίᾳ τοῦ Καπιτωλίου μόνοι συνήραντο τοῦ [3] πολέμου. ἄνδρας μὲν οὐ πολλούς τινας ἐν τῇ καταλήψει διέφθειραν, ἀλλ᾽ ἔφθασαν ἤδη αὐτοὺς ὑπὸ τὴν ἅλωσιν τῆς πόλεως ὠσάμενοι διὰ τῶν πυλῶν οἱ ἔνδον, χωρὶς ὅσοι ὑπὸ νόσων γήρως φυγεῖν ἀδύνατοι ἦσαν, γύναια δὲ καὶ παιδία καὶ θεράποντας αὐτῶν ἠνδραποδίσαντο καὶ τὰ χρήματα διήρπασαν. [4] ὡς δ᾽ ἀπηγγέλθη τὸ δεινὸν εἰς τὴν Ῥώμην ἐκ τῶν διαφυγόντων ἐκ τῆς ἁλώσεως, οἱ μὲν ὕπατοι βοηθεῖν ᾤοντο δεῖν τοῖς φυγάσι κατὰ τάχος καὶ τὴν πόλιν αὐτοῖς ἀποδιδόναι, ἀντέπραττον δὲ οἱ δήμαρχοι στρατιὰν οὐκ ἐῶντες καταγράφειν, ἕως ἂν περὶ τοὺς νόμους διενεχθῇ ψῆφος. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ διατριβὴν λαμβανούσης τῆς στρατείας ἕτεροι παρῆσαν ἀπὸ τοῦ Λατίνων ἔθνους ἀποσταλέντες, οἳ τὴν Ἀντιατῶν πόλιν ἤγγελλον ἐκ τοῦ φανεροῦ ἀφεστηκέναι, μιᾷ χρησαμένων γνώμῃ Οὐολούσκων τε τῶν ἀρχαίων οἰκητόρων τῆς πόλεως καὶ Ῥωμαίων τῶν ἀφικομένων ὡς αὐτοὺς ἐποίκων καὶ μερισαμένων τὴν γῆν. Ἑρνίκων τε ἄγγελοι κατὰ τοὺς αὐτοὺς παρῆσαν χρόνους δηλοῦντες, ὅτι Οὐολούσκων τε καὶ Αἰκανῶν δύναμις πολλὴ ἐξελήλυθε καί ἐστιν ἐν τῇ αὐτῶν ἤδη γῇ. [5] τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι: [p. 38] ἐὰν δέ τινες ἀπολειφθῶσι τῆς στρατείας Ῥωμαίων [6] τῶν συμμάχων, ὡς πολεμίοις αὐτοῖς χρῆσθαι. εἰξάντων δὲ καὶ τῶν δημάρχων καταγράψαντες τοὺς ἐν ἡλικίᾳ πάντας οἱ ὕπατοι καὶ τὰς παρὰ τῶν συμμάχων δυνάμεις μεταπεμψάμενοι κατὰ σπουδὴν ἐξῄεσαν ὑπολιπόμενοι φυλακὴν τῇ πόλει τρίτην μοῖραν τῆς ἐπιχωρίου στρατιᾶς. Φάβιος μὲν οὖν ἐπὶ τοὺς ἐν τῷ Τυσκλάνων ὄντας Αἰκανοὺς τὴν στρατιὰν ἦγε διὰ [7] τάχους. τῶν δ᾽ οἱ μὲν πλείους ἀπεληλύθεσαν ἤδη διηρπακότες τὴν πόλιν, ὀλίγοι δέ τινες ὑπέμενον φυλάττοντες τὴν ἄκραν: ἔστι δὲ σφόδρα ἐχυρὰ καὶ οὐ πολλῆς δεομένη φυλακῆς. τινὲς μὲν οὖν φασι τοὺς φρουροὺς τῆς ἄκρας ἰδόντας ἐξιοῦσαν ἐκ τῆς Ῥώμης τὴν στρατιάνεὐσύνοπτα γάρ ἐστιν ἐκ μετεώρου τὰ μεταξὺ χωρία πάνταἑκόντας ἐξελθεῖν, ἕτεροι δὲ ἐκπολιορκηθέντας ὑπὸ τοῦ Φαβίου καθ᾽ ὁμολογίαν παραδοῦναι τὸ φρούριον, τοῖς σώμασιν αὐτοῖς ἄδειαν αἰτησαμένους καὶ ζυγὸν ὑποστάντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: