previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτ᾽ εἰπόντος αὐτοῦ πολλή τις ἔκπληξις κατέσχε τὸ συνέδριον καὶ ἀμηχανία: διελογίζοντό τε καὶ συνελάλουν ἀλλήλοις, ὡς χαλεπὸν ἑκάτερον ἦν, καὶ τὸ συγχωρεῖν τοῖς δημάρχοις ζητήσεις ἐφ᾽ ἑαυτῶν ποιεῖσθαι περὶ κοινοῦ καὶ μεγάλου πράγματος, καὶ τὸ μὴ συγχωρεῖν. ὑποπτεύσας δ᾽ αὐτῶν τὴν γνώμην ἀνέστη τῶν ὑπάτων ἅτερος, Γάιος Κλαύδιος καὶ [2] ἔλεξε τοιάδε: οὐ δέδοικα, Οὐεργίνιε, μή με ὑπολάβωσιν [p. 21] οὗτοι κοινωνὸν εἶναι τῆς συνωμοσίας, ἣν ἐφ᾽ ὑμῖν καὶ τῷ δήμῳ πράττεσθαι λέγετε, τὰ ὑπὲρ ἐμαυτοῦ δεδιότα τῶν ἐμῶν τινος ἐνόχου ταῖς αἰτίαις ὄντος ἀνεστάναι τἀναντία ὑμῖν ἐροῦντα: γὰρ βίος ἀπολύει με πάσης ὑποψίας τοιαύτης. δὲ νομίζω τῇ τε βουλῇ καὶ τῷ δήμῳ συμφέρειν, ἀπὸ τοῦ κρατίστου καὶ δίχα πάσης εὐλαβείας ἐρῶ. [3] πολλοῦ, μᾶλλον δὲ τοῦ παντὸς ἁμαρτάνειν δοκεῖ μοι Οὐεργίνιος, εἴ τινα ὑπείληφεν ἡμῶν ἐρεῖν, ὡς ἀνεξέταστον ἀφεῖσθαι δεῖ πρᾶγμα οὕτως ὂν μέγα καὶ ἀναγκαῖον, ὡς οὐ δεῖ κοινωνεῖν οὐδὲ παρεῖναι τῇ ζητήσει τοὺς ἀνειληφότας τὴν τοῦ δήμου ἀρχήν. οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν. [4] τί οὖν, εἴ τις ἔροιτό με, παθών, συγχωρῶ καί φημι δίκαια εἶναι, τούτοις ἀντιλέξων ἀνέστην, καὶ τί βούλεταί μου λόγος, ἐγὼ νὴ Δία φράσω πρὸς ὑμᾶς. παντὸς οἴομαι δεῖν πράγματος, βουλή, τὰς ἀρχὰς καὶ τὰς πρώτας ὑποθέσεις τοὺς εὖ φρονοῦντας ἀκριβῶς σκοπεῖν: οἷαι γὰρ ἂν αὗται τύχωσιν οὖσαι, τοιούτους ἀνάγκη γίνεσθαι καὶ τοὺς περὶ αὐτῶν λόγους. [5] φέρε δή, τίς τοῦδε τοῦ πράγματος ὑπόθεσίς ἐστι καὶ τί τὸ βούλευμα τῶν δημάρχων, ἀκούσατέ μου. οὐκ ἐνῆν τούτοις οὐδέν, ὧν ἐν τῷ παρελθόντι ἐνιαυτῷ πράττειν ἐπιβαλλόμενοι διεκωλύθησαν, ἐπιτελέσασθαι νῦν ὑμῶν τε ἐναντιουμένων αὐτοῖς ὡς πρότερον καὶ [p. 22] τοῦ δήμου μηκέθ᾽ ὁμοίως συναγωνιζομένου. συνιδόντες δὴ τοῦτο ἐσκόπουν, ὅπως ἂν ὑμεῖς τ᾽ ἀναγκασθείητε παρὰ γνώμην αὐτοῖς εἶξαι, καὶ δῆμος ἅπαντα ὅσ᾽ [6] ἂν ἀξιῶσι συμπράττειν. ἀληθῆ μὲν οὖν καὶ δικαίαν ὑπόθεσιν οὐδεμίαν εὕρισκον, δι᾽ ἧς ἑκάτερον τούτοις ἔσται, πολλὰ δὲ βουλεύματα πειράζοντες καὶ στρέφοντες ἄνω καὶ κάτω τὸ πρᾶγμα τελευτῶντες ἐπὶ τοιοῦτον δή τινα λογισμὸν ἦλθον: αἰτιασώμεθα συνίστασθαί τινας ἐκ τῶν ἐπιφανῶν ἐπὶ καταλύσει τοῦ δήμου, καὶ σφάττειν διεγνωκέναι τοὺς παρέχοντας αὐτῷ τὸ ἀσφαλές. [7] καὶ ταῦτα ἐκ πολλοῦ παρασκευάσαντες λέγεσθαι κατὰ τὴν πόλιν, ὅταν ἤδη πιστὰ εἶναι τοῖς πολλοῖς δόξῃδόξει δὲ διὰ τὸ δέοςἐπιστολὰς μηχανησώμεθα πολλῶν παρόντων ἡμῖν ὑπ᾽ ἀνδρὸς ἀγνῶτος ἀναδοθῆναι: ἔπειτ᾽ ἐλθόντες ἐπὶ τὸ συνέδριον ἀγανακτῶμέν τε καὶ σχετλιάζωμεν καὶ τοῦ ζητεῖν τὰ προσηγγελμένα αἰτῶμεν τὴν ἐξουσίαν. [8] ἐάν τε γὰρ ἀντιλέγωσιν ἡμῖν οἱ πατρίκιοι, ταύτην ληψόμεθα τοῦ διαβαλεῖν αὐτοὺς πρὸς τὸν δῆμον ἀφορμήν, καὶ οὕτως ἅπαν τὸ δημοτικὸν ἠγριωμένον αὐτοῖς ἕτοιμον ἡμῖν εἰς βουλόμεθα ὑπάρξει: ἐάν τε συγχωρῶσι, τοὺς γενναιοτάτους ἐξ αὐτῶν καὶ πλεῖστα ἡμῖν ἐναντιωθέντας πρεσβυτέρους τε καὶ νέους ἐλαύνωμεν, ὡς εὑρηκότες ταῖς αἰτίαις ἐνόχους. [9] ἐκεῖνοι δὲ ἄρα τὰς καταγνώσεις δεδιότες συμβήσονται πρὸς ἡμᾶς ἐπὶ τῷ μηθὲν ἔτι ἀντιπράττειν καταλιπεῖν ἀναγκασθήσονται τὴν πόλιν. ἐκ δὲ τούτου πολλὴν ποιήσομεν ἐρημίαν τοῦ ἀντιπάλου. [p. 23]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: