Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
ἐπὶ πάντων συνηνέχθη δι᾽ ἣν δήποτ᾽ οὖν αἰτίαν. οὐκοῦν καὶ παρ᾽
ὑμῖν οὐκ ἀδύνατον εἶναί τινας τοιούτους. οἷον οὖν ἐστιν Ἡρακλέουσἢ Τληπολέμου φέρ᾽ εἰπεῖν ἢ τῶν Ἡλίου παίδων τινὸς ἀνδριάντα
διδόναι τῷ δεῖνι, χρηστῷ μὲν ἀνδρὶ καὶ τιμῆς ἀξίῳ: πάντες γὰρ
ἔστωσαν, οὕς ἡ πόλις θεραπεύει, τοιοῦτοι, καὶ δεῖ γε εὔχεσθαι
πάντας εἶναι χρηστούς, μάλιστα δὲ τοὺς ἡγουμένους: ἀλλ᾽ οὐκ
ἐκείνοις ὅμοιοι: πόθεν; οὐδ᾽ ἂν αὐτοὶ φήσαιεν ὀλίγον αὐτῶν ἐλάττουσὑπάρχειν, ἀλλὰ κἂν φοβηθεῖεν εἰπεῖν τι τοιοῦτον. ἆρ᾽ ὑμῖν
ἐκ τῶν εἰρημένων δοκεῖ μᾶλλον ἀπὸ τούτων ἀρχομένους, λέγω δὲ
τῶν οὐκ ἐχόντων τὰς ἐπιγραφάς, τὸ πρᾶγμα ἐπὶ πάντας μεταφέρειν,
ἢ σφόδρα εἶναι τῶν τοιούτων φειστέον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.