previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως. [2] Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν δυνατόν, μετρίως [p. 316] διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην. [3] καθ᾽ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: