previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους. [2] διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας. [3] τῶν δὲ διορυγμάτων παρ᾽ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν: οὗτος δ᾽ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δ᾽ ἐξαπεσταλμένος ἡγεμὼν τῶν [p. 309] μισθοφόρων. [4] ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθ᾽ ἡμέραν καθ᾽ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας. [5] εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ: καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δ᾽ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: