previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κάσανδρος δὲ παρ᾽ Ἀντιγόνου λαβὼν ναῦς μακρὰς τριάκοντα: καὶ πέντε, στρατιώτας δὲ τετρακισχιλίους κατέπλευσεν εἰς τὸν Πειραιᾶ. προσδεχθεὶς δ᾽ ὑπὸ Νικάνορος τοῦ φρουράρχου παρέλαβε τὸν Πειραιᾶ καὶ τὰ κλεῖθρα τοῦ λιμένος: τὴν δὲ Μουνυχίαν αὐτὸς Νικάνωρ κατεῖχεν, μὲν ἔχων ἰδίους στρατιώτας ἱκανοὺς εἰς τὸ τηρεῖν τὸ φρούριον. [2] Πολυπέρχων δὲ μετὰ τῶν βασιλέων ἔτυχε μὲν διατρίβων περὶ τὴν Φωκίδα, πυθόμενος δὲ τὸν εἰς Πειραιᾶ κατάπλουν τοῦ Κασάνδρου παρῆλθεν εἰς τὴν Ἀττικὴν καὶ πλησίον τοῦ Πειραιῶς κατεστρατοπέδευσεν. [3] εἶχεν δὲ μεθ᾽ ἑαυτοῦ στρατιώτας πεζοὺς μὲν Μακεδόνας δισμυρίους, τῶν δ᾽ ἄλλων συμμάχων περὶ τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. ἐπεβάλετο μὲν οὖν πολιορκεῖν τοὺς περὶ τὸν Κάσανδρον, σπανίζων δὲ τροφῆς καὶ τὴν πολιορκίαν ὑπολαμβάνων ἔσεσθαι πολυχρόνιον ἠναγκάσθη μέρος τῆς δυνάμεως ἀπολιπεῖν κατὰ τὴν Ἀττικὴν τὸ δυνάμενον ἔχειν τὴν τοῦ σίτου χορηγίαν, ἡγουμένου τοῦ υἱοῦ Ἀλεξάνδρου, αὐτὸς δὲ [p. 417] τὸ πλεῖστον τῆς δυνάμεως ἀναλαβὼν παρῆλθεν εἰς Πελοπόννησον, συναναγκάσων τοὺς Μεγαλοπολίτας πειθαρχεῖν τοῖς βασιλεῦσιν, οἳ ἐτύγχανον μὲν τὰ Κασάνδρου φρονοῦντες καὶ διὰ τῆς ὑπ᾽ Ἀντιπάτρου καθεσταμένης ὀλιγαρχίας διοικούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: