previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τούτους ὑπάρχουσιν οἱ ὀνομαζόμενοι Κάρβαι, καὶ μετὰ τούτους Σαβαῖοι, πολυανθρωπότατοι τῶν Ἀραβικῶν ἐθνῶν ὄντες. νέμονται δὲ τὴν εὐδαίμονα λεγομένην Ἀραβίαν, φέρουσαν τὰ πλεῖστα τῶν παρ᾽ ἡμῖν ἀγαθῶν καὶ θρεμμάτων παντοδαπῶν ἐκτρέφουσαν πλῆθος ἀμύθητον. εὐωδία τε αὐτὴν [p. 337] πᾶσαν ἐπέχει φυσικὴ διὰ τὸ πάντα σχεδὸν τὰ ταῖς ὀσμαῖς πρωτεύοντα φύεσθαι κατὰ τὴν χώραν ἀνέκλειπτα. [2] κατὰ μὲν γὰρ τὴν παράλιον φύεται τὸ καλούμενον βάλσαμον καὶ κασία καὶ πόα τις ἄλλη ἰδιάζουσαν φύσιν ἔχουσα: αὕτη δὲ πρόσφατος μὲν οὖσα τοῖς ὄμμασι προσηνεστάτην παρέχεται τέρψιν, ἐγχρονισθεῖσα δὲ συντόμως γίνεται ἐξίτηλος. [3] κατὰ δὲ τὴν μεσόγειον ὑπάρχουσι δρυμοὶ συνηρεφεῖς, καθ᾽ οὕς ἐστι δένδρα μεγάλα λιβανωτοῦ καὶ σμύρνης, πρὸς δὲ τούτοις φοίνικος καὶ καλάμου καὶ κιναμώμου καὶ τῶν ἄλλων τῶν τούτοις ὁμοίαν ἐχόντων τὴν εὐωδίαν: οὐδὲ γὰρ ἐξαριθμήσασθαι δυνατὸν τὰς ἑκάστων ἰδιότητάς τε καὶ φύσεις διὰ τὸ πλῆθος καὶ τὴν ὑπερβολὴν τῆς ἐκ πάντων ἀθροιζομένης ὀσμῆς. [4] θεία γάρ τις φαίνεται καὶ λόγου κρείττων προσπίπτουσα καὶ κινοῦσα τὰς ἑκάστων αἰσθήσεις εὐωδία. καὶ γὰρ τοὺς παραπλέοντας, καίπερ πολὺ τῆς χέρσου κεχωρισμένους, οὐκ ἀμοίρους ποιεῖ τῆς τοιαύτης ἀπολαύσεως: κατὰ γὰρ τὴν θερινὴν ὥραν, ὅταν ἄνεμος ἀπόγειος γένηται, συμβαίνει τὰς ἀπὸ τῶν σμυρνοφόρων δένδρων καὶ τῶν ἄλλων τῶν τοιούτων ἀποπνεομένας εὐωδίας διικνεῖσθαι πρὸς τὰ πλησίον μέρη τῆς θαλάττης: οὐ γὰρ ὥσπερ παρ᾽ ἡμῖν ἀποκειμένην καὶ παλαιὰν ἔχει τὴν τῶν ἀρωμάτων φύσιν, ἀλλὰ τὴν ἀκμάζουσαν ἐν ἄνθει νεαρὰν δύναμιν καὶ διικνουμένην πρὸς τὰ λεπτομερέστατα τῆς αἰσθήσεως. [5] κομιζούσης γὰρ τῆς αὔρας τὴν ἀπόρροιαν τῶν εὐωδεστάτων, προσπίπτει τοῖς προσπλέουσι [p. 338] τὴν παράλιον προσηνὲς καὶ πολύ, πρὸς δὲ τούτοις ὑγιεινὸν καὶ παρηλλαγμένον ἐκ τῶν ἀρίστων μῖγμα, οὔτε γὰρ τετμημένου τοῦ καρποῦ καὶ τὴν ἰδίαν ἀκμὴν ἐκπεπνευκότος, οὔτε τὴν ἀπόθεσιν ἔχοντος ἐν ἑτερογενέσιν ἀγγείοις, ἀλλ᾽ ἀπ᾽ αὐτῆς τῆς νεαρωτάτης ὥρας καὶ τὸν βλαστὸν ἀκέραιον παρεχομένης τῆς θείας φύσεως, ὥστε τοὺς μεταλαμβάνοντας τῆς ἰδιότητος δοκεῖν ἀπολαύειν τῆς μυθολογουμένης ἀμβροσίας διὰ τὸ τὴν ὑπερβολὴν τῆς εὐωδίας μηδεμίαν ἑτέραν εὑρίσκειν οἰκείαν προσηγορίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), ARA´BIA
    • Dictionary of Greek and Roman Geography (1854), SABA
    • Dictionary of Greek and Roman Geography (1854), SABA
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: