previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν δ᾽ ἑξῆς παραθαλάττιον τὸ μὲν παλαιὸν ἐνέμοντο Μαρανῖται, μετὰ δὲ ταῦτα Γαρινδανεῖς, ὄντες πλησιόχωροι. τὴν δὲ χώραν κατέσχον τοιῷδέ τινι τρόπῳ: ἐν τῷ πρόσθεν λεχθέντι Φοινικῶνι συντελουμένης πανηγύρεως πενταετηρικῆς ἐφοίτων πανταχόθεν οἱ περίοικοι, καμήλων εὖ τεθραμμένων ἑκατόμβας τοῖς ἐν τῷ τεμένει θεοῖς θύσοντες, ὁμοίως δὲ καὶ τῶν ὑδάτων τῶν ἐξ αὐτοῦ κομιοῦντες εἰς τὰς πατρίδας διὰ τὸ παραδίδοσθαι τοῦτο τὸ ποτὸν παρασκευάζειν τοῖς προσενεγκαμένοις τὴν ὑγίειαν. [2] διὰ δὴ ταύτας τὰς αἰτίας τῶν Μαρανιτῶν καταντησάντων εἰς τὴν πανήγυριν, οἱ Γαρινδανεῖς τοὺς μὲν ἀπολελειμμένους ἐν τῇ χώρᾳ κατασφάξαντες, [p. 331] τοὺς δ᾽ ἐκ τῆς πανηγύρεως ἐπανιόντας ἐνεδρεύσαντες διέφθειραν, ἐρημώσαντες δὲ τὴν χώραν τῶν οἰκητόρων κατεκληρούχησαν πεδία καρποφόρα καὶ νομὰς τοῖς κτήνεσι δαψιλεῖς ἐκτρέφοντα. [3] αὕτη δ᾽ παράλιος λιμένας μὲν ὀλίγους ἔχει, διείληπται δ᾽ ὄρεσι πυκνοῖς καὶ μεγάλοις, ἐξ ὧν παντοίας ποικιλίας χρωμάτων ἔχουσα θαυμαστὴν παρέχεται θέαν τοῖς παραπλέουσι. [4] παραπλεύσαντι δὲ ταύτην τὴν χώραν ἐκδέχεται κόλπος Λαιανίτης, περιοικούμενος πολλαῖς κώμαις Ἀράβων τῶν προσαγορευομένων Ναβαταίων. οὗτοι δὲ πολλὴν μὲν τῆς παραλίου νέμονται, οὐκ ὀλίγην δὲ καὶ τῆς εἰς μεσόγειον ἀνηκούσης χώρας, τόν τε λαὸν ἀμύθητον ἔχοντες καὶ θρεμμάτων ἀγέλας ἀπίστους τοῖς πλήθεσιν. [5] οἳ τὸ μὲν παλαιὸν ἐξῆγον δικαιοσύνῃ χρώμενοι καὶ ταῖς ἀπὸ τῶν θρεμμάτων τροφαῖς ἀρκούμενοι, ὕστερον δὲ τῶν ἀπὸ τῆς Ἀλεξανδρείας βασιλέων πλωτὸν τοῖς ἐμπόροις ποιησάντων τὸν πόρον τοῖς τε ναυαγοῦσιν ἐπετίθεντο καὶ λῃστρικὰ σκάφη κατασκευάζοντες ἐλῄστευον τοὺς πλέοντας, μιμούμενοι τὰς ἀγριότητας καὶ παρανομίας τῶν ἐν τῷ Πόντῳ Ταύρων: μετὰ δὲ ταῦτα ληφθέντες ὑπὸ τετρηρικῶν σκαφῶν πελάγιοι προσηκόντως ἐκολάσθησαν. [6] μετὰ δὲ τούτους τοὺς τόπους ὑπάρχει χώρα πεδιὰς κατάρρυτος, ἐκτρέφουσα διὰ τὰς πάντῃ διαρρεούσας πηγὰς ἄγρωστιν καὶ μηδίκην, ἔτι δὲ λωτὸν ἀνδρομήκη. διὰ δὲ τὸ πλῆθος καὶ τὴν ἀρετὴν τῆς νομῆς οὐ μόνον κτηνῶν [p. 332] παντοδαπῶν ἀμύθητον ἐκτρέφει πλῆθος, ἀλλὰ καὶ καμήλους ἀγρίας, ἔτι δ᾽ ἐλάφους καὶ δορκάδας. [7] πρὸς δὲ τὸ πλῆθος τῶν ἐντρεφομένων ζῴων φοιτῶσιν ἐκ τῆς ἐρήμου λεόντων καὶ λύκων καὶ παρδάλεων ἀγέλαι, πρὸς ἃς οἱ κτηνοτροφοῦντες ἀναγκάζονται καὶ μεθ᾽ ἡμέραν καὶ νύκτωρ θηριομαχεῖν ὑπὲρ τῶν θρεμμάτων: οὕτω τὸ τῆς χώρας εὐτύχημα τοῖς κατοικοῦσιν ἀτυχίας αἴτιον γίνεται διὰ τὸ τὴν φύσιν ὡς ἐπίπαν τοῖς ἀνθρώποις μετὰ τῶν ἀγαθῶν διδόναι τὰ βλάπτοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: