previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν. παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον. ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης. [2] ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δ᾽ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων. [3] μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθ᾽ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν. [4] παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, τὸ μὲν [p. 324] παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφ᾽ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως ὥστε μηδὲν ἔτι κατ᾽ αὐτὴν ὁρᾶσθαι τῶν προϋπαρξάντων ζῴων. [5] οὐ παραλειπτέον δ᾽ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας. εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος. [6] διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπ᾽ αὐτῆς φυλάκων. οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ. ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ: οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι: τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δ᾽ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι. [7] διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν: ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται. [8] δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ποτ᾽ ἂν [p. 325] τόπῳ. [9] οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν τὸ μέγεθος τοῦ στίλβοντος λίθου: τῆς δ᾽ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: