previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁμοίως δὲ καὶ τοὺς ἀνθρώπους πολυκαρπία τρέφουσα τοῖς τε ἀναστήμασι τῶν σωμάτων καὶ τοῖς ὄγκοις ὑπερφέροντας [p. 229] κατασκευάζει: εἶναι δ᾽ αὐτοὺς συμβαίνει καὶ πρὸς τὰς τέχνας ἐπιστήμονας, ὡς ἂν ἀέρα μὲν ἕλκοντας καθαρόν, ὕδωρ δὲ λεπτομερέστατον πίνοντας. [2] δὲ γῆ πάμφορος οὖσα τοῖς ἡμέροις καρποῖς ἔχει καὶ φλέβας καταγείους πολλῶν καὶ παντοδαπῶν μετάλλων: γίνεται γὰρ ἐν αὐτῇ πολὺς μὲν ἄργυρος καὶ χρυσός, οὐκ ὀλίγος δὲ χαλκὸς καὶ σίδηρος, ἔτι δὲ καττίτερος καὶ τἄλλα τὰ πρὸς κόσμον τε καὶ χρείαν καὶ πολεμικὴν παρασκευὴν ἀνήκοντα. [3] χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ᾽ ὄσπριον καὶ διάφορον, ἔτι δ᾽ ὄρυζα καὶ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ᾽ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων: καὶ τούτων τὰ πολλὰ ὑπάρχει αὐτοφυῆ. οὐκ ὀλίγους δὲ καὶ ἄλλους ἐδωδίμους καρποὺς φέρει δυναμένους τρέφειν ζῷα, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. [4] διὸ καί φασι μηδέποτε τὴν Ἰνδικὴν ἐπισχεῖν λιμὸν καθόλου σπάνιν τῶν πρὸς τροφὴν ἥμερον ἀνηκόντων. διττῶν γὰρ ὄμβρων ἐν αὐτῇ γινομένων καθ᾽ ἕκαστον ἔτος, τοῦ μὲν χειμερινοῦ, καθὰ παρὰ τοῖς ἄλλοις, σπόρος τῶν πυρίνων γίνεται καρπῶν, τοῦ δ᾽ ἑτέρου κατὰ τὴν θερινὴν τροπὴν καθ᾽ ἣν σπείρεσθαι συμβαίνει τὴν ὄρυζαν καὶ τὸν βόσπορον, ἔτι δὲ σήσαμον καὶ κέγχρον: κατὰ δὲ τὸ πλεῖστον ἀμφοτέροις τοῖς καρποῖς [p. 230] οἱ κατὰ τὴν Ἰνδικὴν ἐπιτυγχάνουσι, πάντων δέ, τελεσφορουμένων θατέρου τῶν καρπῶν, οὐκ ἀποτυγχάνουσιν. [5] οἵ τε αὐτοματίζοντες καρποὶ καὶ αἱ κατὰ τοὺς ἑλώδεις τόπους φυόμεναι ῥίζαι διάφοροι ταῖς γλυκύτησιν οὖσαι πολλὴν παρέχονται τοῖς ἀνθρώποις δαψίλειαν: πάντα γὰρ σχεδὸν τὰ κατὰ τὴν χώραν πεδία γλυκεῖαν ἔχει τὴν ἀπὸ τῶν ποταμῶν ἰκμάδα καὶ τὴν ἀπὸ τῶν ὄμβρων τῶν ἐν τῷ θέρει γινομένων κατ᾽ ἐνιαυτὸν κυκλικῇ τινι περιόδῳ παραδόξως εἰωθότων γίνεσθαι δαψίλειαν, χλιαρῶν πιπτόντων ὑδάτων ἐκ τοῦ περιέχοντος ἀέρος, καὶ τὰς ἐν τοῖς ἕλεσι ῥίζας ἕψοντος τοῦ καύματος, καὶ μάλιστα τῶν μεγάλων καλάμων. [6] συμβάλλονται δὲ παρὰ τοῖς Ἰνδοῖς καὶ τὰ νόμιμα πρὸς τὸ μηδέποτε ἔνδειαν τροφῆς παρ᾽ αὐτοῖς εἶναι: παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις οἱ πολέμιοι καταφθείροντες τὴν χώραν ἀγεώργητον κατασκευάζουσι, παρὰ δὲ τούτοις τῶν γεωργῶν ἱερῶν καὶ ἀσύλων ἐωμένων, οἱ πλησίον τῶν παρατάξεων γεωργοῦντες ἀνεπαίσθητοι τῶν κινδύνων εἰσίν. [7] ἀμφότεροι γὰρ οἱ πολεμοῦντες ἀλλήλους μὲν ἀποκτείνουσιν ἐν ταῖς μάχαις, τοὺς δὲ περὶ τὴν γεωργίαν ὄντας ἐῶσιν ἀβλαβεῖς, ὡς κοινοὺς ὄντας ἁπάντων εὐεργέτας, τάς τε χώρας τῶν ἀντιπολεμούντων οὔτ᾽ ἐμπυρίζουσιν οὔτε δενδροτομοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: