Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄρρενα δὲ μὴ πρόσθεν ἢ διέτη γενόμενον ἐξάγειν ἐπὶ θήραν: πολὺ γάρ τοι ὕστερον τοῖς ἄρρεσιν πήγνυται
τὰ μέλη.
[2]
καὶ ὁ κίνδυνος οὐ σμικρός, ἀλλὰ πολλοὶ
ἤδη πρὶν τελεωθῆναι ἀγωνισάμενοι πρὸ ὥρας ἀπώλοντο,
καὶ μάλιστα δὴ ὅσοι γενναιότατοι: ὑπὸ γὰρ μένους
τοσοῦτον ὅσον δύνανται θέουσιν.
[3]
τὰ δὲ ἄλλα ὡσαύτως
παραφυλάσσειν, ὅσα ἐπὶ ταῖς θηλείαις ἤδη μοι
λέλεκται ὅπως πρακτέον.
[4]
φυλάσσειν δὲ ἀπὸ ὀχείας
ἐντὸς τῆσδε τῆς ἡλικίας: οὔτε γὰρ ἡ γονή πω αὐτοῖς
πέπηγεν, ἀλλ᾽ ἐστιν ἐξίτηλος τὸ πολὺ καὶ ἀμαυρά, καθάπερ
ἡ τῶν παίδων, αὐτοί τε διαφθείρονται πάμπαν,
ὡς μηδὲν ἔτι πράττοντα ὕστερον ὀρθῶσαι τὴν ἁμαρτίαν.
ἀλλ᾽ ἀπὸ τρίτου μὲν ἔτους ἐφίεσθαι ἐν ὥρᾳ ἂν
εἴη τῇ συμμέτρῳ.
ἐφιέσθων δὲ ὧδε. φυλάξαι χρὴ τὴν κύνα, ἐπειδὰν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.