previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀναλαβόντες δὲ αὐτοὺς ἐπὶ τὰς ἀπήνας ὀπίσω ἤλαυνον. καί τινες αὐτῶν τούτων ὑποφθάσαι ἐθελήσαντες τὴν ἀγγελίην, προδραμόντες λέγουσιν Ἀλεξάνδρῳ ὅτιοὗτός τοι Νέαρχος, καὶ σὺν αὐτῷ Ἀρχίης καὶ πέντε ἄλλοι κομίζονται παρὰ σέ,’ ὑπὲρ δὲ τοῦ στρατοῦ παντὸς οὐδὲν εἶχον ὑποκρίνασθαι. [2] τοῦτο ἐκεῖνο συνθεὶς Ἀλέξανδρος, τοὺς μὲν παραλόγως ἀποσωθῆναι, τὴν στρατιὴν δὲ πᾶσαν διεφθάρθαι αὐτῷ, οὐ τοσόνδε Νεάρχου τε καὶ Ἀρχίεω τῇ σωτηρίῃ ἔχαιρεν, ὅσον ἐλύπεεν αὐτὸν ἀπολομένη στρατιὴ πᾶσα. [3] οὔπω πάντα εἴρητο, καὶ Νέαρχός τε καὶ Ἀρχίης προσῆγον. τοὺς δὲ μόλις καὶ χαλεπῶς ἐπέγνω Ἀλέξανδρος: ὅτι τε κομόωντας καὶ κακῶς ἐσταλμένους κατεώρα, ταύτῃ μᾶλλόν τι βεβαιότερον αὐτῷ τὸ ἄχος ὑπὲρ τῆς στρατιῆς τῆς ναυτικῆς ἐγίνετο. [4] δὲ τὴν δεξιὴν Νεάρχῳ ἐμβαλὼν καὶ ἀπαγαγὼν μοῦνον ἀπὸ τῶν ἑταίρων τε καὶ τῶν ὑπασπιστέων, πολλὸν χρόνον ἐδάκρυεν: [5] ὀψὲ δὲ ἀνενεγκὼνἀλλὰ σύγε ἡμῖν ὅτι ἐπανήκεις σῷοςἔφηκαὶ Ἀρχίης οὗτος, ἔχοι ἂν ἔμοιγε ὡς ἐπὶ συμφορῇ τῇ ἁπάσῃ μετρίως: αἱ δέ τοι νέες καὶ στρατιὴ κοίῳ τινὶ τρόπῳ διεφθάρησαν;’ [6] δὲ ὑπολαβών βασιλεῦ,’ ἔφηκαὶ αἱ νέες τοι σῷαί εἰσι καὶ στρατός: ἡμεῖς δὲ αὐτάγγελοι τῆς σωτηρίης αὐτῶν ἥκομεν. [7]ἔτι μᾶλλον ἐδάκρυεν Ἀλέξανδρος, κατ᾽ ὅτι ἀνέλπιστός οἱ σωτηρίη τοῦ στρατοῦ ἐφαίνετο: καὶ ὅκου ὁρμέουσιν αἱ νέες ἀνηρώτα. δὲαὗταιἔφηἐν τῷ στόματι τοῦ Ἀνάμιδος ποταμοῦ ἀνειρυσμέναι ἐπισκευάζονται. [8]Ἀλέξανδρος δὲ τόν τε Δία τὸν Ἑλλήνων καὶ τὸν Ἄμμωνα τὸν Λιβύων ἐπόμνυσιν, μὲν μεζόνως ἐπὶ τῇδε τῇ ἀγγελίῃ χαίρειν ὅτι τὴν Ἀσίην πᾶσαν ἐκτημένος ἔχει. καὶ γὰρ τὸ ἄχος οἱ τὸ ἐπὶ τῇ ἀπωλείῃ τῆς στρατιῆς ἀντίρροπον γενέσθαι τῇ ἄλλῃ πάσῃ εὐτυχίῃ. [p. 46]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: