[4]
εἴθε καὶ γαμήσειας αὐτὸν ἐμοῦ γε οὕνεκα:
μέμνησο γοῦν οἷά μοι διὰ τὸν οἰνοχόον τοῦτον ἐμπαροινεῖς.
Ζεύς
οὔκ, ἀλλὰ τὸν Ἥφαιστον ἔδει τὸν σὸν υἱὸν
οἰνοχοεῖν ἡμῖν χωλεύοντα, ἐκ τῆς καμίνου ἥκοντα, ἔτι
τῶν σπινθήρων ἀνάπλεων, ἄρτι τὴν πυράγραν ἀποτεθειμένον,
καὶ ἀπ᾽ ἐκείνων αὐτοῦ τῶν δακτύλων λαμβάνειν
ἡμᾶς τὴν κύλικα καὶ ἐπισπασαμένους γε φιλῆσαι
μεταξύ, ὃν οὐδ᾽ ἂν ἡ μήτηρ σὺ ἡδέως φιλήσειας ὑπὸ
τῆς ἀσβόλου κατῃθαλωμένον τὸ πρόσωπον. ἡδίω ταῦτα:
οὐ γάρ; καὶ παρὰ πολὺ ὁ οἰνοχόος ἐκεῖνος ἐμπρέπει τῷ
συμποσίῳ τῶν θεῶν, ὁ Γανυμήδης δὲ καταπεμπτέος αὖθις
ἐς τὴν Ἴδην: καθάριος γὰρ καὶ ῥοδοδάκτυλος καὶ ἐπισταμένως
ὀρέγει τὸ ἔκπωμα, καὶ ὅ σε λυπεῖ μάλιστα, καὶ
φιλεῖ ἥδιον τοῦ νέκταρος.
[p. 80]
Ἥρα
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.