[3]
ὡς ἀφελὴς ὁ παῖς ἐστι καὶ ἁπλοϊκὸς καὶ
αὐτὸ δὴ τοῦτο παῖς ἔτι. — ἀλλ᾽, ὦ Γανύμηδες, ἐκεῖνα
μὲν πάντα χαίρειν ἔα καὶ ἐπιλάθου αὐτῶν, τοῦ τε ποιμνίου
καὶ τῆς Ἴδης. σὺ δὲ — ἤδη γὰρ ἐπουράνιος εἶ —
πολλὰ εὖ ποιήσεις ἐντεῦθεν καὶ τὸν πατέρα καὶ πατρίδα,
καὶ ἀντὶ μὲν τυροῦ καὶ γάλακτος ἀμβροσίαν ἔδῃ καὶ νέκταρ
πίῃ: τοῦτο μέντοι καὶ τοῖς ἄλλοις ἡμῖν αὐτὸς παρέξεις
ἐγχέων: τὸ δὲ μέγιστον, οὐκέτι ἄνθρωπος, ἀλλ᾽
ἀθάνατος γενήσῃ, καὶ ἀστέρα σου φαίνεσθαι ποιήσω κάλλιστον,
καὶ ὅλως εὐδαίμων ἔσῃ.
Γανυμήδης
ἢν δὲ παίζειν ἐπιθυμήσω, τίς συμπαίξεταί
μοι; ἐν γὰρ τῇ Ἴδῃ πολλοὶ ἡλικιῶται ἦμεν.
Ζεύς
ἔχεις κἀνταῦθα τὸν συμπαιξόμενόν σοι
τουτονὶ τὸν Ἔρωτα καὶ ἀστραγάλους μάλα πολλούς. θάρρει
μόνον καὶ φαιδρὸς ἴσθι καὶ μηδὲν ἐπιπόθει τῶν κάτω
[p. 77]
Γανυμήδης
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.