Ἑρμῆς
τὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ χαλκέα
τὴν τέχνην, ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμηκέναι,
τήν τε Ἀφροδίτην καὶ τὴν Χάριν.
Ἀπόλλων
Εὐποτμία τις, ὦ Ἑρμῆ: πλὴν ἐκεῖνό γε θαυμάζω,
τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν
ὁρῶσιν ἱδρῶτι ῥεόμενον, ἐς τὴν κάμινον ἐπικεκυφότα,
πολὺν αἴθαλον ἐπὶ τοῦ προσώπου ἔχοντα: καὶ ὅμως τοιοῦτον
ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι.
Ἑρμῆς
τοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ
φθονῶ: σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα
ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ καὶ τῇ λύρᾳ:
εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
Ἀπόλλων
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.