previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] ἐμέ, βασιλεῦ, εἰ δοκεῖ, σατράπην τῆς
Ἑλλάδος κατάλιπε: δειλὸς γάρ εἰμι καὶ τῶν οἴκοι πολὺ
ἀπελθεῖν οὐκ ἂν ἡδέως ὑπομείναιμι: σὺ δὲ ἔοικας ἐπὶ
Ἀρμενίους καὶ Παρθυαίους ἐλάσειν μάχιμα φῦλα καὶ τὴν
τοξικὴν εὔστοχα. ὥστε ἄλλῳ παραδοὺς τὸ δεξιὸν ἐμὲ Ἀντίπατρόν
τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον, μή με καὶ διαπείρῃ
τις οἰστῷ ἄθλιον βαλὼν ἐς τὰ γυμνὰ περὶ Σοῦσα Βάκτρα
ἡγούμενόν σοι τῆς φάλαγγος.

Σάμιππος

Ἀποδιδράσκεις, Λυκῖνε, τὸν κατάλογον
δειλὸς ὤν. δὲ νόμος ἀποτετμῆσθαι τὴν κεφαλήν, εἴ τις
λιπὼν φαίνοιτο τὴν τάξιν. ἀλλ᾽ ἐπεὶ κατὰ τὸν Εὐφράτην
ἤδη ἐσμὲν καὶ ποταμὸς ἔζευκται καὶ κατόπιν ὁπόσα διεληλύθαμεν
ἀσφαλῶς ἔχει καὶ πάντα ὕπαρχοι κατέχουσιν
ὑπ᾽ ἐμοῦ ἑκάστῳ ἔθνει ἐπεισαχθέντες, οἱ δὲ καὶ ἀπίασι
τὴν Φοινίκην ἡμῖν ἐν τοσούτῳ καὶ τὴν Παλαιστίνην εἶτα
καὶ τὴν Αἴγυπτον προσαξόμενοι, σὺ πρῶτος, Λυκῖνε,
διάβαινε τὸ δεξιὸν ἄγων, εἶτα ἐγὼ καὶ μετ᾽ ἐμὲ Τιμόλαος:
ἐπὶ πᾶσι δὲ τὸ ἱππικὸν ἄγε σύ, Ἀδείμαντε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: