previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9] τὰ μὲν τοίνυν ἄλλα, Ἑρμότιμε, διηγουμένῳ σοι παρειπόμην καὶ ἐπίστευον οὕτως ἔχειν, σοφούς τε γίγνεσθαι αὐτοὺς καὶ ἀνδρείους καὶ δικαίους καὶ τὰ [p. 340] ἄλλα, καί πως ἐκηλούμην πρὸς τὸν λόγον, ὁπότε δὲ καὶ πλούτου ἔφησθα καταφρονεῖν σφᾶς καὶ δόξης καὶ ἡδονῶν καὶ μήτε ὀργίζεσθαι μήτε λυπεῖσθαι, πάνυ ἐνταῦθαμόνω γάρ ἐσμενἐπέστην ἀναμνησθεὶς πρῴην εἶδον ποιοῦνταβούλει φῶ τίνα; ἱκανὸν καὶ ἄνευ τοῦ ὀνόματος;

Ἑρμότιμος
μηδαμῶς, ἀλλὰ καὶ τοῦτο εἰπέ, ὅστις ἦν.

Λυκῖνος
διδάσκαλος αὐτὸς οὗτος σός, ἀνὴρ τά τε ἄλλα αἰδοῦς ἄξιος καὶ γέρων ἤδη ἐς τὸ ὕστατον.

Ἑρμότιμος
τί οὖν δὴ ἐποίει;

Λυκῖνος
τὸν ξένον οἶσθα τὸν Ἡρακλεώτην, ὃς ἐκ πολλοῦ συνεφιλοσόφει αὐτῷ, μαθητὴς ὤν, τὸν ξανθόν, τὸν ἐριστικόν;

Ἑρμότιμος
οἶδα ὃν λέγεις: Δίων αὐτῷ τοὔνομα.

Λυκῖνος
ἐκεῖνον αὐτόν, ἐπεὶ τὸν μισθόν, οἶμαι, μη ἀπεδίδου κατὰ καιρόν, ἀπήγαγε παρὰ τὸν ἄρχοντα ἔναγχος περιθείς γε αὐτῷ θοἰμάτιον περὶ τὸν τράχηλον καὶ ἐβόα καὶ ὠργίζετο, καὶ εἰ μὴ τῶν συνήθων τινὲς ἐν μέσῳ γενόμενοι ἀφείλοντο τὸν νεανίσκον ἐκ τῶν χειρῶν αὐτοῦ, εὖ ἴσθι ἐκεῖνος προσφὺς ἂν ἀπέτραγεν αὐτοῦ τὴν ῥῖνα γέρων, οὕτως ἠγανάκτει.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: