previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[63] ἔστω ταῦτα ὡς βούλει, Λυκῖνε. τί οὖν; ἑκατὸν ἔτη χρὴ βιῶναι καὶ τοσαῦτα ὑπομεῖναι πράγματα; οὐκ ἂν ἄλλως φιλοσοφήσαιμεν;

Λυκῖνος
οὐ γάρ, Ἑρμότιμε: καὶ δεινὸν οὐδέν, εἴ γε ἀληθῆ ἔλεγες ἐν ἀρχῇ, ὡς μὲν βίος βραχύς, δὲ τέχνη μακρή. νῦν δὲ οὐκ οἶδ᾽ τι παθὼν ἀγανακτεῖς, εἰ μὴ αὐθημερὸν ἡμῖν πρὶν ἥλιον δῦναι Χρύσιππος Πλάτων Πυθαγόρας γένοιο.

Ἑρμότιμος
περιέρχῃ με, Λυκῖνε, καὶ συνελαύνεις ἐς στενὸν οὐδὲν ὑπ᾽ ἐμοῦ δεινὸν παθών, ὑπὸ φθόνου δηλαδή, ὅτι ἐγὼ μὲν προὔκοπτον ἐν τοῖς μαθήμασι, σὺ δὲ ὠλιγώρησας ἑαυτοῦ τηλικοῦτος ὤν.

Λυκῖνος
οἶσθ᾽ οὖν δράσεις; ἐμοὶ μὲν ὥσπερ κορυβαντιῶντι μὴ πρόσεχε τὸν νοῦν, ἀλλ᾽ ἔα ληρεῖν, σὺ δὲ ὡς ἔχεις προχώρει ἐς τὸ πρόσθεν τῆς ὁδοῦ καὶ πέραινε κατὰ τὰ ἐξ ἀρχῆς σοι δεδογμένα περὶ τούτων.

Ἑρμότιμος
ἀλλ᾽ οὐκ ἐᾷς σὺ βίαιος ὢν αἱρεῖσθαί τι, ἢν μὴ πειραθῶ ἁπάντων.

Λυκῖνος
καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς οὐκ ἄν ποτε ἄλλο εἴποιμι. βίαιον δὲ λέγων ἐμὲ ἀναίτιον δοκεῖς μοι κατὰ τὸν ποιητὴν αἰτιάασθαι αὐτόν, ἔστ᾽ ἂν μὴ ἕτερός σοι λόγος συμμαχήσας ἀφέληται τῆς βίας, ἤδη ἀγόμενον: ἰδού γέ τοι καὶ τάδε πολλῷ βιαιότερα φαίη ἄν σοι λόγος: σὺ δ᾽ ἐκεῖνον παρεὶς ἐμὲ ἴσως αἰτιάσῃ.

Ἑρμότιμος
τὰ ποῖα; θαυμάζω γάρ, εἴ τι ἄρρητον καταλέλειπται αὐτῷ.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: