previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰάμβων.α καὶ Β


π. τοῦ βίου ὅτι βραχὺς καὶ εὐτελὴς καὶ φροντίδων ἀνάμεστος: Σημωνίδου:

παῖ, τέλος μὲν Ζεὺς ἔχει βαρύκτυπος
πάντων ὅσ᾽ ἔστι, καὶ τίθησ᾽ ὅκῃ θέλει:
νόος δ᾽ οὐκ ἐπ᾽ ἀνθρώποισιν, ἀλλ᾽ ἐπήμεροι
δὴ βοτὰ ζόωμεν, οὐδὲν εἰδότες
5ὅκως ἕκαστον ἐκτελευτήσει θεός.
ἐλπὶς δὲ πάντας κἀπιπειθείη τρέφει
ἄπρηκτον ὁρμαίνοντας: οἱ μὲν ἡμέρην
μένουσιν ἐλθεῖν, οἱ δ᾽ ἐτέων περιτροπάς.
νέωτα δ᾽ οὐδεὶς ὅστις οὐ δοκεῖ βροτῶν
10πλούτῳ τε κἀγαθοῖσιν ἵξεσθαι πτίλος.
φθάνει δὲ τὸν μὲν γῆρας ἄζηλον λαβόν,
πρὶν τέρμ᾽ ἵκηται: τοῖς δὲ δύστηνοι νόσοι
φθείρουσι θυμόν: τοὺς δ᾽ Ἄρει δεδμημένους
πέμπει μελαίνης Ἀΐδης ὑπὸ χθονός:
15οἱ δ᾽ ἐν θαλάσσῃ λαίλαπι κλονεύμενοι
καὶ κύμασιν πολλοῖσι πορφυρῆς ἁλὸς
θνῄσκουσιν, εὖτ᾽ ἂν νῆα νήσωνται ζοῇ:
οἱ δ᾽ ἀγχόνην ἅψαντο δυστήνῳ λόφῳ
καὐτάγρετοι λείπουσιν ἡλίου φάος.
20οὕτω κακῶν ἄπ᾽ οὐδέν: ἀλλὰ μυρίαι
βροτοῖσι κῆρες κἀνεπίφραστοι δύαι
καὶ πήματ᾽ ἐστίν: εἰ δ᾽ ἐμοὶ πιθοίατο,
οὐκ ἂν καλῶν ἐρῷμεν, οὐδ᾽ ἐπ᾽ ἄλγεσι
κακοῖς ἔχοντες θυμὸν αἰκιζοίμεθα.

CURFRAG.tlg-0260.1
Stob. Fl. 98. 16
παρηγορικά: Σημωνίδου:

τοῦ μὲν θανόντος οὐκ ἂν ἐνθυμοίμεθα,
εἴ τι φρονοῦμεν, πλεῖον ἡμέρης μιῆς.

CURFRAG.tlg-0260.2
Stob. Fl. 124. 5
σύγκρισις ζωῆς καὶ θανάτου: Σημωνίδου:

πολλὸς γὰρ ἡμῖν ἐστι τεθνάναι χρόνος,
ζῶμεν δ᾽ ἀριθμῷ παῦρα καὶ κακῶς ἔτεα.

CURFRAG.tlg-0260.3
Stob. Fl. 121. 1
ὅτι ἀβέβαιος τῶν ἀνθρώπων εὐπραξία μεταπιπτούσης ῥᾳδίως τῆς τύχης: Σημωνίδου:

πάμπαν δ᾽ ἄμωμος οὔτις οὐδ᾽ ἀκήριος.

CURFRAG.tlg-0260.4
Stob. Fl. 105. 7
ἀλλ᾽ γε προκόπτων ἀληθῶς, μᾶλλον ἔργοις καὶ πράξεσιν ἀνδρὸς ἀγαθοῦ καὶ τελείου παραβάλλων ἑαυτόν, ἅμα τῷ συνειδότι τοῦ ἐνδεοῦς δακνόμενος καὶ δι᾽ ἐλπίδα καὶ πόθον χαίρων καὶ μεστὸς ὢν ὁρμῆς οὐκ ἠρεμούσης οἷός τ᾽ ἐστὶ κατὰ τὸν Σημωνίδηνἄθηλος ... τρέχειν,’ τῷ ἀγαθῷ μόνον οὐχὶ συμφῦναι γλιχόμενος.

ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει.

CURFRAG.tlg-0260.5
Plut. Prof. Virt. 14
Ἡσιόδου δ᾽ εἰπόντοςοὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληΐζετ᾽ ἄμεινον τῆς ἀγαθῆς, τῆς δ᾽ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,’ Σημωνίδης εἶπεν:

γυναικὸς οὐδὲν χρῆμ᾽ ἀνὴρ ληΐζεται
ἐσθλῆς ἄμεινον οὐδὲ ῥίγιον κακῆς.

CURFRAG.tlg-0260.6
Clem. Al. Str. 6. 744
ψόγος γυναικῶν, ἔτι καὶ π. γάμου: Σημωνίδου:

χωρὶς γυναικὸς θεὸς ἐποίησεν νόον
τὰ πρῶτα. τὴν μὲν ἐξ ὑὸς τανύτριχος,
τῇ πάντ᾽ ἀν᾽ οἶκον βορβόρῳ πεφυρμένα
ἄκοσμα κεῖται καὶ κυλινδεῖται χαμαί:
5αὐτὴ δ᾽ ἄλουτος ἀπλύτοις τ᾽ ἐν εἵμασιν
ἐν κοπρίῃσιν ἡμένη πιαίνεται.
τὴν δ᾽ ἐξ ἀλιτρῆς θεὸς ἔθηκ᾽ ἀλώπεκος
γυναῖκα πάντων ἴδριν: οὐδέ μιν κακῶν
λέληθεν οὐδὲν οὐδὲ τῶν ἀμεινόνων.
10τὸ μὲν γὰρ αὐτῶν εἶπε πολλάκις κακόν,
τὸ δ᾽ ἐσθλόν: ὀργὴν δ᾽ ἄλλοτ᾽ ἀλλοίην ἔχει.
τὴν δ᾽ ἐκ κυνὸς λιτ οε ργόν, αὐτομήτορα,
πάντ᾽ ἀκοῦσαι, πάντα δ᾽ εἰδέναι θέλει,
πάντη δὲ παπταίνουσα καὶ πλανωμένη
15λέληκεν, ἢν καὶ μηδὲν ἀνθρώπων ὁρᾷ.
παύσειε δ᾽ ἄν μιν οὔτ᾽ ἀπειλήσας ἀνὴρ
οὐδ᾽ εἰ χολωθεὶς ἐξαράξειεν λίθῳ
ὀδόντας, οὔτ᾽ ἂν μειλίχως μυθεύμενος,
οὐδ᾽ εἰ παρὰ ξείνοισιν ἡμένη τύχῃ:
20ἀλλ᾽ ἐμπέδως ἄπρηκτον αὐονὴν ἔχει.
τὴν δὲ πλάσαντες γηΐνην Ὀλύμπιοι
ἔδωκαν ἀνδρὶ πηρόν: οὔτε γὰρ κακὸν
οὔτ᾽ ἐσθλὸν οὐδὲν οἶδε τοιαύτη γυνή:
ἔργον δὲ μοῦνον ἐσθίειν ἐπίσταται:
25κοὐδ᾽ ἢν κακὸν χειμῶνα ποιήσῃ θεός,
ῥιγῶσα δίφρον ἆσσον ἕλκεται πυρός.
τὴν δ᾽ ἐκ θαλάσσης, δὔ ἐν φρεσὶν νοεῖ:
τὴν μὲν γελᾷ τε καὶ γέγηθεν ἡμέρην:
ἐπαινέσει μιν ξεῖνος ἐν δόμοις ἰδών:
30ὁὐκ ἔστιν ἄλλη τῆσδε λωΐων γυνὴ
ἐν πᾶσιν ἀνθρώποισιν οὐδὲ καλλίων:'
τὴν δ᾽ οὐκ ἀνεκτὸς οὔτ᾽ ἐν ὀφθαλμοῖς ἰδεῖν
οὔτ᾽ ἆσσον ἐλθεῖν, ἀλλὰ μαίνεται τότε
ἄπλητον ὥσπερ ἀμφὶ τέκνοισιν κύων:
35ἀμείλιχος δὲ πᾶσι κἀποθυμίη
ἐχθροῖσιν ἶσα καὶ φίλοισι γίγνεται:
ὥσπερ θάλασσα πολλάκις μὲν ἀτρεμὴς
ἕστηκ᾽ ἀπήμων χάρμα ναύτῃσιν μέγα
θέρ εο ς ἐν ὥρῃ, πολλάκις δὲ μαίνεται
40βαρυκτύποισι κύμασιν φορευμένη:
ταύτῃ μάλιστ᾽ ἔοικε τοιαύτη γυνὴ
ὀργήν, φυὴν δὲ πόντος οὐκ ἄλλην ἔχει.
τὴν δ᾽ ἐκ σταδαίης καὶ παλιντριβέος ὄνου,
σύν τ᾽ ἀνάγκῃ σύν τ᾽ ἐνιπῇσιν μόγις
45ἔρεξεν ὦν ἅπαντα καὶ πονήσατο
ἄρεκτα: τόφρα δ᾽ ἐσθίει μὲν ἐν μυχῷ
προνὺξ προῆμαρ, ἐσθίει δ᾽ ἐν ἐσχάρῃ:
ὁμῶς δὲ καὶ πρὸς ἔργον ἀφροδίσιον
ἐλθόνθ᾽ ἑταῖρον ὁντινῶν ἐδέξατο.
50τὴν δ᾽ ἐκ γαλῆς, δύστηνον οἰζυρὸν γένος:
κείνῃ γὰρ οὔ τι καλὸν οὐδ᾽ ἐπίμερον
πρόσεστιν οὐδὲ τερπνὸν οὐδ᾽ ἐράσμιον:
εὐνῆς δ᾽ ἀληνής ἐστιν ἀφροδισίης,
τὸν δ᾽ ἄνδρα τὸν παρόντα ναυσίῃ διδοῖ:
55κλέπτουσα δ᾽ ἔρδει πολλὰ γείτονας κακά,
ἄθυστα δ᾽ ἰρὰ πολλάκις κατεσθίει.
τὴν δ᾽ ἵππος ἁβρὴ χαιτέεσσ᾽ ἐγείνατο,
δούλἰ ἔργα καὶ δύην περιτρέπει,
κοὔτ᾽ ἂν μύλης ψαύσειεν οὔτε κόσκινον
60ἄρειεν οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη
ἵζοιτ᾽: ἀνάγκῃ δ᾽ ἄνδρα ποιεῖται φίλον.
λοῦται δὲ πάσης ἡμέρης ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται:
65αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν ἀνθέμοισιν ἐσκιασμένην.
καλὸν μὲν ὦν θέημα τοιαύτη γυνὴ
ἄλλοισι, τῷ δ᾽ ἔχοντι γίγνεται κακόν
ἢν μή τις τύραννος σκηπτοῦχος ,
70ὅστις τοιούτοις θυμὸν ἀγλαΐζεται.
τὴν δ᾽ ἐκ πιθήκου: τούτο δὴ διακριδὸν
Ζεὺς ἀνδράσιν μέγιστον ὤπασεν κακόν:
αἴσχιστα μὲν πρόσωπα: τοιαύτη γυνὴ
εἶσιν δἰ ἄστ εο ς πᾶσιν ἀνθρώποις γέλως:
75ἐπ᾽ αὐχένα βραχεῖα κινεῖται μόγις,
ἄπυγος, αὐόκωλος: αἳ τάλας ἀνήρ,
ὅστις κακὸν τοιοῦτον ἀγκαλίζεται.
δήν εα δὲ πάντα καὶ τρόπους ἐπίσταται,
ὥσπερ πίθηκος, οὐδέ οἱ γέλως μέλει.
80οὐδ᾽ ἄν τιν᾽ εὖ ἔρξειεν, ἀλλὰ τοῦθ᾽ ὁρᾷ,
καὶ τοῦτο πᾶσαν ἡμέρην βουλεύεται,
ὅκως τιν᾽ ὡς μέγιστον ἔρξειεν κακόν.
τὴν δ᾽ ἐκ μελίσσης: τήν τις εὐτυχεῖ λαβών:
κείνῃ γὰρ οἴῃ μῶμος οὐ προσιζάνει,
85θάλλει δ᾽ ὑπ᾽ αὐτῆς κἀπαέξεται βίος:
φίλη δὲ σὺν φιλεῦντι γηράσκει πόσι,
τεκοῦσα καλὸν κοὐνομάκλυτον γένος:
κἀριπρεπὴς μὲν ἐν γυναιξὶ γίγνεται
πάσῃσι, θείη δ᾽ ἀμφιδέδρομεν χάρις:
90οὐδ᾽ ἐν γυναιξὶν ἥδεται καθημένη,
ὅκου λέγουσιν ἀφροδισίους λόγους.
τοίας γυναῖκας ἀνδράσιν χαρίζεται
Ζεὺς τὰς ἀρίστας καὶ πολυφραδεστάτας:
τὰ δ᾽ ἄλλα φῦλα ταῦτα μηχανῇ Διὸς
95ἔστιν τε πῆμα, καὶ πάρ᾽ ἀνδράσιν μένει.
ζεὺς γὰρ μέγιστον τοῦτ᾽ ἐποίησεν κακόν,
γυναῖκας. ἤν τι καὶ δοκῶσιν ὠφελεῖν,
ἔχοντί τῳ μάλιστα γίγνεται κακόν:
οὐ γάρ κοτ᾽ εὔφρων ἡμέρην διέρχεται
100ἅπασαν, ὅστις σὺν γυναικὶ νάσσεται:
οὐδ᾽ αἶψα λιμὸν οἰκίης ἀπώσεται,
ἐχθρὸν συνοικητῆρα, δυσμενέα θεόν.
ἀνὴρ δ᾽ ὅταν μάλιστα θυμηδεῖν δοκῇ
κατ᾽ οἶκον θ εο μοῖραν ν᾽θρώπου χάριν,
105εὑροῦσα μῶμον ἐς μάχην κορύσσεται.
ὅκου γυνὴ γάρ ἐστιν, οὐδ᾽ ἐς οἰκίην
ξεῖνον μολόντα προφρόνως δεχοίατο.
ἥτις δέ τοι μάλιστα σωφρονεῖν δοκεῖ,
αὕτη μέγιστα τυγχάνει λωβωμένη:
110κεχηνότος γὰρ ἀνδρὸς -- οἱ δὲ γείτονες
χαίρουσ᾽ ὁρῶντες καὶ τόν, ὡς ἁμαρτάνει.
τὴν ἣν δ᾽ ἕκαστος αἰνέσει μεμνημένος
γυναῖκα, τὴν δὲ τοὐτέρου μωμήσεται:
ἴσην δ᾽ ἔχοντες μοῖραν οὐ γιγνῴσκουεν.
115Ζεὺς γὰρ μέγιστον τοῦτ᾽ ἐποίησεν κακόν,
καὶ δεσμὸν ἀμφέθηκεν ἀρρήκτου πέδης,
ἐξ οὗ τε τοὺς μὲν Ἀΐδης ἐδέξατο
γυναικὸς εἵνεκ᾽ ἀμφιδηριωμένους.

CURFRAG.tlg-0260.7
Stob. Fl. 73. 61

Σημωνίδης δ᾽ ἐν Ἰάμβοις:

ὥσπερ ἔγχελυς κατὰ γλαιοῦ

CURFRAG.tlg-0260.8
καὶ τὴν αἰτιατικήν:

ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
τρίορχον εὑρὼν ἐσθίοντ᾽ ἀφείλετο.

CURFRAG.tlg-0260.9

Ath. 7.299c

κατενάσθην τινὲς ἀντὶ τοῦ κατανασθήσομαι: καὶ Σημωνίδης ἐν τοῖς Ἰάμβοις:

τί ταῦτα μακρῶν διὰ λόγων ἀνέδραμον;
ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω.

CURFRAG.tlg-0260.10
Sch. Eur. Phoen. 207
π. ᾠοῦ τρισυλλάβως: Σημωνίδης ἐν δευτέρῳ Ἰάμβων:

οἷόν τε χηνὸς ὤεον Μαιανδρίου

CURFRAG.tlg-0260.11
Ath. 2. 57d
π. τῶν εἰς ν: ἀλλ᾽ ἔστιν ἴκτινος εὐθεῖα: ... τούτου γενικὴ ἰκτίνου, ὡς παρὰ Σημωνίδῃ:

σπλάγχν᾽ ἀμπέχοντες αὐτίκ᾽ ἰκτίνου δίκην

CURFRAG.tlg-0260.12
Hdn. π. ὀνομ. 2. 626. 30 L
ζᾴδιον: γράφεται δὲ μετὰ τοῦ ἰῶτα, ἐπειδὴ εὕρηται κατὰ διάστασιν, ὡς παρὰ Σημωνίδῃ:

Ὁἷον τόδ᾽ ἡμῖν ἑρπετὸν παρέπτατο:
τὸν ζωΐων κάκιστον ἔκτηται βίον.'

CURFRAG.tlg-0260.13
E.M. 413. 28
“ ... μὴ γινᾴσκων ὑπὸ τῶν Ἰώνων τὸ στενὸν ὀνομάζεσθαι στενυγρόν: ἀλλὰ τοῦτό γε μαρτύριόν ἐστιν αὔταρκες τὸ παρὰ Σημωνίδῃ γεγραμμένον ἐν τοῖσδε τοῖς ἔπεσιν:

οὐκ ἄν τις οὕτω δασκίοις ἐν οὔρεσιν
ἀνὴρ λέοντ᾽ ἔδεισεν οὐδὲ πάρδαλιν
μοῦνος στενυγρῇ συμπεσὼν ἐν ἀτραπῷ.

CURFRAG.tlg-0260.14
Gal. in Hippocr. Epid. 2. 1. 17. 1. 897K
κουρίδας δὲ τάς καρῖδας εἴρηκε Σώφρων ... Ἐπίχαρμος δ᾽ ἐν Γᾷ καὶ Θαλάσσᾳ: ἐν δὲ Λόγῳ καὶ Λογίνᾳ διὰ τοῦ ω εἴρηκεν ... Σημωνίδης δέ:

θύννοισι τευθίς, κωβίοισι κωρίδες

CURFRAG.tlg-0260.15
Ath. 3. 106d
Σημωνίδης δὲ ἐν τοῖς Ἰάμβοις οὐκ αἰδεῖται λέγων:

κἠλειφόμην μυροιοι καὶ θυώμασι
καὶ βακκάρι: καὶ γάρ τις ἕμπορος παρῆν.

CURFRAG.tlg-0260.16
Clem. Al. Paed. 2. 207
ὀρσοθύρη: θυρίς, δἰ ἧς εἰς ὑπερῷον ὑπάρχει ἀνάβασις: παρὰ τὸ ὄρω, ὄρσω, καὶ τὸ θύρα ... εἴρηται παρὰ τὸ ὀρούειν ἐπ᾽ αὐτήν: λέγει δὲ καὶ Σημωνίδης κακοσχόλως:

καὶ τῆς ὄπισθεν ὀρθύρης ἐελσάμην.

CURFRAG.tlg-0260.17
Et. Mag. 634. 1
διασαυλούμενος παρὰ τὸν σαῦλον, τὸν τρυφερὸν καὶ γαῦρον. Σημωνίδης ἐν Ἰάμβοις:

καὶ σαῦλα βαίνων, ἵππος ὡς κορωνίης

CURFRAG.tlg-0260.18
Et. Mag. 270. 45
σκνιπὸν δὲ τὸν ἀμυδρῶς βλέποντα Σημωνίδης ἰαμβοποιός:

τυφλὸς τις σκνιπὸς λέγα βλέπων

CURFRAG.tlg-0260.19
Poll. 2. 65
“ ... καὶ Σημωνίδης θύειν αὐτούςτοὺς ποιμέναςφησι Νύμφαις καὶ Μαιάδος κτλ.

θύουσι Νύμφῃς ἠδὲ Μαιάδος τόκῳ:
οὗτοι γὰρ ἀνδρῶν τῖμ᾽ ἔχουσι ποιμένων.

CURFRAG.tlg-0260.20
Sch. Od. 14. 435
“ ... καὶ τὸ Σημωνίδου:

σὺν πορδακοῖσιν ἐκπεσόντες εἵμασιν
ἀντὶ τοῦ διαβρόχοις.

CURFRAG.tlg-0260.21
Str. 13.619
παρδακὸν δὲ δίυγρον: οὕτω γὰρ καὶ Ἀρχίλοχος καὶ παρὰ Σημωνίδῃ τῷ Ἀμοργίῳ:

σὺν παρδακοῖσιν εἵμασιν σεσαγμένοι

CURFRAG.tlg-0260.22
Sch. Ar. Pac. 1148

καὶ Τρομιλικὸς δὲ τυρὸς ἔνδοξός ἐστι: περὶ οὗ φησι Δημήτριος Σκήψιος ἐν δευτέρω Τρωϊκοῦ Διακόσμου οὕτως: τῆς Ἀχαΐας πόλις Τρομίλεια περὶ ἣν γίνεται τυρὸς αἴγειος ἥδιστος, οὐκ ἔχων σύγκρισιν πρὸς ἕτερον, προσαγορευόμενος Τρομιλικός: οὗ καὶ Σημωνίδης μνημονεύει ἐν ἰάμβῳ οὗ ἀρχή:

πολλὰ μὲν δὴ πρ οε κπονῇ, Τηλέμβροτε

CURFRAG.tlg-0260.23
γράφων:

ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαΐης
Τρομίλιος θαυμαστός, ὃν κατήγαγον.

CURFRAG.tlg-0260.24

Ath. 14. 658b

οὐδὲν οὖν ἧν παράδοξον, εἰ καὶ θυτικῆς ἦσαν ἔμπειροι οἱ παλαίτεροι μάγειροι: προΐσταντο γοῦν καὶ γαμῶν καὶ θυσιῶν ... καὶ παρὰ δὲ Σημωνίδῃ φησὶν ἕτερος:

υν δ᾽ ὡς ἄφευσα χὠς ἐμιστύλα κρέα
ἰρωστί: καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι.

CURFRAG.tlg-0260.25
Ath. 14. 659d
καλοῦνται δὲ καὶ ἀρυστῆρες καὶ ἀρύστιχοι: Σημωνίδης:

ἔδωκεν οὐδεὶς οὐδ᾽ ἀρυστῆρα τρυγός.

CURFRAG.tlg-0260.26
Ath. 10. 424c π. κυάθους
π. κυλίκων : ποτήρια δὲ πρῶτον οἶδα ὀνομάσαντα τὸν Ἀμόργιον ποιητὴν Σημωνίδην ἐν Ἰάμβοις οὕτως:

ἀπὸ τράπεζαν εἷλεν, ποτήρια.

CURFRAG.tlg-0260.27
Ath. 11. 460 b

φοξὸς ἔην κεφαλήν(sc.Θερσίτης): (αεἴρηται ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ ὠτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σημωνίδης:

αὕτη δὲ φοξίχηλος Ἀργείη κύλιξ:

CURFRAG.tlg-0260.28
ἔνιοι δὲ τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. (βφοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆπυριρ.) ὄστρακα, φλοξάφαοξάτινα ὄντα

Sch. Il. 2. 219

οὐ μόνον Ἀριστοφάνης ἐπὶ τῶν χοίρων τὰς ὁπλὰς εἴρηκεν, ἀλλὰ καὶ Σημωνίδης ὁμοίως ἐπὶ χοίρου:

ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν

CURFRAG.tlg-0260.29
Sch. Ar. Ach. 740
Δωριεῖς δ᾽ αὐτὸν διὰ τοῦ ω καλοῦσι πώλυπον, ὡς Ἐπίχαρμος: καὶ Σημωνίδης δ᾽ ἔφη:

πώλυπον διζήμενος

CURFRAG.tlg-0260.30
Ath. 7. 318f
δαύω: τὸ καίω παρὰ Σημωνίδῃ:

μηρίων δεδαυμένων

CURFRAG.tlg-0260.31
Et Mag. 250. 18
ἔπληντ᾽ ἀλλήλῃσι: ἐκ τοῦ πλῶ τὸ πλησιάζω, παρακείμενος πέπληκα λέγεται καὶ πέπλακα: παθητικὸς πέπλημαι, καὶ παρὰ Σημωνίδῃ πεπλήαται:

τὰ δ᾽ ἄλλα πεπλέα ται ξύλα

CURFRAG.tlg-0260.32
Et. Mag. Vet. 124
σίσυρνα παχὺ περιβόλαιον δερμάτινον ἱμάτιον, ἥντινα Σημωνίδης ὑποκοριστικῶς εἶπε:

σίσυν παχεῖαν

CURFRAG.tlg-0260.33
Sch. Lycophr. 633

ἤϊα βρώματα,

CURFRAG.tlg-0260.34
οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. ‘δ̔εῦτε φίλοι, ἤϊα φερώμεθα’: Σημωνίδης: ...

Sch. Il. 13. 203

κάρκαρα

CURFRAG.tlg-0260.35
... πίτυρα παρὰ Σημωνίδῃ.

Hesych.

κέρκωπες: οἱ πανοῦργοι καὶ ἀπατηλοί: καὶ

κερκωπία

CURFRAG.tlg-0260.36
ἀπατὴ κατὰ Σημωνίδην.

Suet. ap. Miller Mel. 417

κορδύλη

CURFRAG.tlg-0260.37
τὸ ἔπαρμα: Σημωνίδης δευτέρῳ.

Antiatt. ap. Bekk. An. i. 105. 3

κύβηβον

CURFRAG.tlg-0260.38
... Ἴωνες δὲ τὸν μητραγύρτην καὶ γάλλον νῦν καλούμενον: οὕτως Σημωνίδης.

Phot. 183. 1

Μυσῶν λείαν

CURFRAG.tlg-0260.39
Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος. παροιμία τίς ἐστιν οὕτω λεγομένη, ἥν φησι Δήμων ἐν ά Περὶ Παροιμιῶν τὴν ἀρχὴν λαβείν ἀπὸ τῶν καταδραμόντων ἀστυγειτόνων τε καὶ λῃστῶν τὴν Μοσίαν κατὰ τὴν Τηλέφου τοῦ βασιλέως ἀποδημίαν. κέχρηνται δὲ τῇ παροιμίᾳ ἄλλοι τε καὶ Στράττις ἐν Μηδείᾳ καὶ Σημωνίδης ἐν Ἰάμβοις.

Harp.

νήστης

CURFRAG.tlg-0260.40
οὕτως εἴρηκεν Σημωνίδης ... : οὕτως Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς.

Gram. ap. Bekk. An. 3. 1402

τρασιά: ... καὶ ταρσιά, ὡς παρὰ Σημωνίδῃ:

ταρσιή

CURFRAG.tlg-0260.41
Et. Mag. 764. 25

ψηνός

CURFRAG.tlg-0260.42
φαλακρὸς παρὰ Σημωνίδῃ.

Et. Mag. 813.53

Λέσβιος Πρύλις: ταύτῃ καθ᾽ ὁμοίωσιν Σημωνίδης κέχρηται:

... ἐνεύδετ᾽ ὥσπερ Λέσβιος Πρύλις

CURFRAG.tlg-0260.43
Cod. Athen. 1083. ap. Crus. Paroem.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: