previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


UNKNOWN


σκύτα: τὸ μεταξὺ τῶν τενόντων τοῦ τραχήλου ... καὶ Ἀρχίλοχος:

πῶς ἀπέπρισε σκύτα;

CURFRAG.tlg-0232.141
Erot. 117 K
ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων: Ἀρχίλοχος:

ᾁδων ὑπ᾽ αὐλητῆρος

CURFRAG.tlg-0232.142
Sch. Il. 18. 492
Κηφισόδωρος γοῦν Ἰσοκράτους τοῦ ῥήτορος μαθητὴς ἐν τῷ τρίτῳ τῶν Πρὸς Ἀριστοτέλην λεγει, ὅτι εὕροι τις ἂν ὑπὸ τῶν ἄλλων ποιητῶν καὶ σοφιστῶν ἓν δύο γοῦν πονηρῶς εἰρημένα, οἷα παρὰ μὲν Ἀρχιλόχῳ τό:

πᾶς ἀνὴρ ἀπεσκόλυπτεν

CURFRAG.tlg-0232.143
Ath. 3. 122 b
αὐόνη: ξηρότης, Ἀρχίλοχος, οἷον:

κακήν σφιν Ζεὺς ἔδωκεν αὐόνην.

CURFRAG.tlg-0232.144
Et. Magn. Vet.
φέψαλοι γάρ εἰσιν οἱ σπινθῆρες ... καὶ παρὰ Ἀρχιλόχῳ δὲ κεῖται:

πυρὸς δ᾽ αὐτῷ φεψάλυξ.

CURFRAG.tlg-0232.145
Sch. Ar. Ach. 279
στύπος: Λυκόφρων ... καλειται τὸ πρέμνον τῆς ἀμπέλου, ἀφ᾽ οὗ Ἀρχίλοχος:

θυρέ εώ ν ἀπεστύπαζον

CURFRAG.tlg-0232.146
Et. Magn. 731. 46
ἀμυδρόν: νῦν τὸ χαλεπὸν λεγεται, ὡς καὶ Ἀρχίλοχος:

ἀμυδρὴν χοιράδ᾽ ἐχαλεύμενος

CURFRAG.tlg-0232.147
Sch. Nic. Ther. 158

αἱ συνθέσεις τοῦ τρὶς ἐπιρρήματος ... πλῆθος σημαίνουσιν ὡς ... καί:

Θάσον δὲ τὴν τρισοιζύρην πόλιν

CURFRAG.tlg-0232.148
παρ᾽ Ἀρχιλόχω.

Eust. Od. 1542. 49

προΐκτης: πρό ἀντὶ τῆς παρά :παρὰ τὸ προϊκνεῖσθαι ... (fr. 92) ... δὲ Ἡρωδιανὸς παρὰ τὸ ἴσσω, ὡς Ἀρχίλοχος:

προτείνω χεῖρα καὶ προΐσσομαι.

CURFRAG.tlg-0232.149
Et. Magn. 689. 1
δασυντέον δὲ λέγοντας τὸ ἧπαρ, καὶ γὰρ συναλοιφή ἐστι παρ᾽ Ἀρχιλόχω διὰ δασέος: φησὶ γὰρ:

χολὴν γὰρ οὐκ ἔχεις ἐφ᾽ ἥπατι.

CURFRAG.tlg-0232.150
Ath. 3. 107 f

ὅθεν αὐτοῖς συμβαίνεν μήτε παρὰ δεῖπνον συγκλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν πλέωσιν, ἀλλ᾽ ἀναγκαστῶν: πρόσκειται γὰρ λάλοςἁπανταχοῦ, τῶἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί:

πόδες δὴ κεῖθι τιμιώτατοι

CURFRAG.tlg-0232.151
κατὰ Ἀρχίλοχον.

Plut. Garr. 2

ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν Κρητικὴ ἐμφαίνει καὶ Ὅμηρος, λέγων τὰς πόλεις αὐτῶν εὐναιεταώσας. καὶ Ἀρχίλοχος δὲ ἐν οἷς ἐπισκώπτων τινά φησιν:

νόμους δὲ Κρητικοὺς διδάσκεται.

CURFRAG.tlg-0232.152
Heracleid. de Polit. 3
θέλουσι δὲ τὸ πεδότριψ ἐκτείνειν, πλανώμενοι ἐκ τοῦ παρ᾽ Ἀρχιλόχῳ:

ἄνδρας ὡς ἀμφιτρίβας

CURFRAG.tlg-0232.153
Hdn. καθ. προς. Gram. Gr.3. 1. 525
: σημαίνει δὲ καὶ τὸ πολὺ καὶ μέγα παρ᾽ Ἀρχιλόχῳ:

ἕαδ᾽ εἴς τε ταύρους

CURFRAG.tlg-0232.154
Suid.

φύω: ἀφ᾽ οὗ τό:

φῦμα μηρίων μεταξύ

CURFRAG.tlg-0232.155
Ἀρχίλοχος.

Cram. A.O. i. 164. 24

φθειρσί δοτικὴ συνέστη παρὰ Ἀρχιλόχω:

φθειρσὶ μοχθίζοντα

CURFRAG.tlg-0232.156
Cram. A.O. i. 441.21

μέζεα: τὰ αἰδοῖα, ὅτι μέσα εἰσὶ τῆς οὐρᾶς, μέσσεα ὄντα: ... Ἡσίοδοςop. 510), ὡς καὶ Ἀρχίλοχος:

ἶνας δ᾽ ἀπέθρισεν μεδέω ν:

CURFRAG.tlg-0232.157
κατὰ μετάθεσιν τοῦ δ εἰς ζ μέδεα.

Et. Magn.

πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς ἤνσει: πρὸς τὸ παρὰ τῷ Ἀρχιλόχῳ

πολλὸς δ᾽ ἀφρὸς ἦν περὶ στόμα.

CURFRAG.tlg-0232.158
Sch. Ar. Lys. 1257
παρδακὸν δὲ δίυγρον: ... καὶ Ἀρχιλόχου

παρδοκὸν δἰἐπιοίον

CURFRAG.tlg-0232.159
Sch. Ar. Pac. 1148
π. κίγκλου: κινεῖ δέ οἱ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν παρὰ τῷ Ἀρχιλόχῳ

κηρύλος

CURFRAG.tlg-0232.160
Ael. H.A. 12.9
πολλάκις τὰ κατ᾽ ὀβολὸν μετὰ πολλῶν πόνων συναχθέντα χρήματα, κατὰ Ἀρχίλοχον, εἰς πορνης γυναικὸς ἔντερον καταίρουσιν.

πολλὰ δ᾽ εἰς πόρνης γυναικὸς ἐρρυΐσκετ᾽ ἔντερον
τὰ χρόνῳ μακρῷ τε συλλεγέντα χρήματα.

CURFRAG.tlg-0232.161
Ael. H.A. 4.12καὶ τὸ τοῦ Ἀρχιλόχου ἀντικρὺς ἐπεραίνετο, φησιν, εἰς ἔντερον πόρνης πολλάκις μεταρρυΐσκεσθαι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα μακρῷ.” Nicet. Chon. Hist. 300 (582 M)
τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῆ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλεν τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς, τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι Ἀρχίλοχος, φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινος ἀνάγκης, ὁπόταν δὲ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. ‘κ̔αὶ σὺ δέἔφη κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεισεἰς σεαυτόν, αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;

τέττιγα δ᾽ ἐδράξω πτεροῦ

CURFRAG.tlg-0232.162
’” Luc. Pseudol. 1
καὶ μέν γε κατ᾽ ἰσχὺν προφέρων, εἰ καὶ ἑνὸς εἴη κρείττων, ὑπὸ δυοῖν γ᾽ ἂν αὐτὸν κατείργεσθαι φησι καὶ Ἀρχίλοχος καὶ παροιμία.” Arist. 2. 137 μὲν παροιμία φησίν: ‘ οὐδὲ Ἡρακλῆς πρὸς δύο:’ τὸ δὲ Ἀρχιλόχου ῥητὸν οἷον μέν ἐστιν οὐκ ἴσμεν, ἴσως δ᾽ ἂν εἴη τοιοῦτον.” Sch. ad loc.
τοιοῦτος ἐγένετο καὶ Αἰθίοψ Κορίνθιος, ὥς φησι Δημήτριος Σκήψιος, οὗ μνημονεύει Ἀρχίλοχος: ὑπὸ φιληδονίας γὰρ καὶ ἀκρασιάς καὶ οὗτος, μετ᾽ Ἀρχίου πλέων εἰς Σικελίαν, ὅτε ἔμελλε κτίζειν Συρακούσας, τῷ ἑαυτοῦ συσσίτῳ μελιττούτης ἀπέδοτο τὸν κληρὸν ὃν ἐν Συρακούσαις λαχὼν ἔμελλεν ἕξειν.” Ath. 4. 167 d
Στρύμη: ... μνημονεύει τῶν Θασίων πρὸς Μαρωνείτας περὶ τῆς Στρύμης ἀμφισβητήσεως Φιλόχορος ἐν έ Ἀρχίλοχον ἐπαγόμενος μάρτυρα.” Harp. 171. 4
π. Νέσσου καὶ Δηϊανείρας: φασι γὰρ οἱ μὲν τὸν Ἀρχίλοχον ληρεῖν ποιοῦντα τὴν Δηϊάνειραν ἐν τῷ βιάζεσθαι ὑπὸ τοῦ Κενταύρου πρὸς τὸν Ἡρακλέα ῥαψῳδοῦσαν, ἀναμιμνῄσκουσαν τῆς τοῦ Ἀχελῴου μνηστείας καὶ τῶν τότε γενομένων: ὥστε πολλὴν σχολὴν εἶναι τῷ Νέσσῳ ὅτι ἐβούλετο πρᾶξαι.” Dio Chrys. Or. 60. ii. 666Ἡρακλῆς γήμας Δηϊάνειραν τὴν Οἰνέως θυγατέρα καὶ διάγων ἐν Καλυδῶνι παρὰ τῷ Οἰνεῖ ἐν συμποσίῳ Κύαθον τὸν Οἰνέως οἰνοχόον, Ἀρχιτέλους δὲ παῖδα, πλήξας κονδύλῳ ἀνεῖλεν, ὅτι αὐτῷ τὰ ποδόνιπτρα ὕδατα ἀγνοῶν ἐπὶ τῶν χειρῶν ἐπέχεεν: φεύγων οὖν τὸν φόνον καὶ σὺν τῇ γαμετῇ στελλόμενος ἀνεῖλεν ἐν Εὐήνῳ ποταμῷ Νέσσον Κένταυρον, ὡς καὶ Ἀρχίλοχος ἱστορεῖ.” Sch. Ap. Rh. i. 1212Ἀρχίλοχος μὲν οὐκ ἐτόλμησεν Ἀχελῷον ὡς ποταμὸν Ἡρακλεῖ συμβαλεῖν, ἀλλ᾽ ὡς ταῦρον.” Sch. Il. 21. 237
Μασσαλιήτας μέντοι λέγουσι τοῖς ὀστέοις περιθριγκῶσαι τοὺς ἀμπελῶνας, τὴν δὲ γῆν νεκρῶν καταναλωθέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους περίπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν, καὶ μαρτυρῆσαι τῷ Ἀρχιλόχῳ λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτουτ ὰς ἀρούρας.

πρὸς τοῦ τοιούτου δ᾽ ἥροσις πιαίνεται.

CURFRAG.tlg-0232.163
Plut. Vit. Mar.
αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν: εἰ γὰρ μή, φησίν, ἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ εἰς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν δούλης, οὔθ᾽ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν εἰς Θάσον, οὔθ᾽ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο. πρὸς δὲ τούτοις, δ᾽ ὅς, οὔτε ὅτι μοιχὸς ἦν ᾔδειμεν ἄν, εἰ μὴ παρ᾽ αὐτοῦ μαθόντες: οὔτε ὅτι λάγνος καὶ ὑβριστής: καὶ τὸ ἔτι τούτων αἴσχιστον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν: οὐκ ἄρα ἀγαθὸς ἦν Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην. ταῦτα οὐκ ἐγὼ τὸν Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.” Ael. V.H. 10. 13
π. βασιλέας τοὺς Ἀργείων: ... ὅστις Λυγκεὺς πολεμήσας τῷ Δαναῶν βασιλεῖ τοῦτον ἐφόνευσε καὶ ἔλαβε τὴν βασιλείαν καὶ τὴν θυγατέρα αὐτοῦ, καθὼς Ἀρχίλοχος σοφώτατος συνεγράψατο.” Malalas Chron. 4. p. 68
Ἀρχίλοχος τὸν Νάξιον οἶνον τῷ νέκταρι παραβάλλει.” Ath. i. 30 f
Κάρπαθος τὸν μάρτυρα: παροιμία: Καρπάθιος δὲ λαγὼν λέγεται, κατ᾽ ἔλλειψιν τοῦ ἐπηγάγετο: διὰ γὰρ τὸ μὴ εἶναι λαγωοὺς ἐν τῇ χώρᾳ ἐπηγάγοντο αὐτοί, καὶ τοσοῦτοι ἐγένοντο ὥστε τόν τε σῖτον αὐτῶν καὶ τὰς ἀμπέλους ὑπ᾽ αὐτῶν βλάπτεσθαι. γοῦν Ἀρχίλοχος παρὰ ταύτην τὴν παροιμίαν ἔφη:

Κάρπαθος τὸν μάρτυρα.

CURFRAG.tlg-0232.164
Hesych.Καρπάθιος τὸν λαγών: παροιμία: διὰ γὰρ κτλ. ὑπ᾽ αὐτῶν βλαβῆναι. γοῦν Ἀρχίλοχος ταύτην τὴν παροιμίαν ἔφη.” Zenob. 4. 48
παράγει δ᾽ εἰς μαρτυρίαν ... ποίησιν Μαργίτην ὀνομαζομένην Ὁμήρου: μνημονεύει δ᾽ αὐτῆς οὐ μόνον αὐτὸς Ἀριστοτέλης ἐν τῷ πρώτῳ Περὶ Ποιημάτων, ἀλλὰ καὶ Ἀρχίλοχος καὶ Κρατῖνος καὶ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασιν μαρτυροῦσιν Ὁμήρου εἶναι τὸ ποίημα.” Eustr. ad Arist. Eth. Nic. 6.7

Ἀλκαῖος δὲ φασὶ καὶ Ἀρχίλοχος

ἀγέρωχον

CURFRAG.tlg-0232.165
τὸν ἄκοσμον καὶ ἀλαζόνα οἶδε.

Eust. 314. 43

ἀγόμενος

CURFRAG.tlg-0232.166
δοῦλος παρὰ Ἀρχιλόχῳ.

Hesych.

ἀηδονιδεύς: ἀηδόνος νεοσσός, καὶ τὸ τἦς γυναικὸς αἰδοῖον παρὰ Ἀρχιλόχῳ.Ἀήδων: Ἀθηνᾶ παρὰ Παμφυλίοις.” Hesych.

ἄζυγα

CURFRAG.tlg-0232.167
ἄζευκτον: Ἀρχίλοχος.

Hesych.

ἄκομψον

CURFRAG.tlg-0232.168
ἀπάνουργον, ἁπλοῦν, Ἀρχίλοχος. οὐκ εὖ διακείμενον.

Hesych.

ἀμφίβολος

CURFRAG.tlg-0232.169
δὲ ἀμοιβή: ἔστι μὲν παρ᾽ Ἀρχιλόχῳ.

Poll. 6. 187 ...

ἀργίλιπες δ᾽ ἤτοι ἔκλευκοι ὡς Ἀρχίλοχος:

ἀργιλιπὴς δ᾽ ἔφαε.

CURFRAG.tlg-0232.170
Sch. Nic. Ther. 213

γυμνόν

CURFRAG.tlg-0232.171
ἀνυπόδητον ἀπεσκυθισμένον, ὡς Ἀρχίλοχος.

Hesych.

βόστρυχος, ἀφ᾽ οὗ καὶ

διαβεβοστρυχωμένον

CURFRAG.tlg-0232.172
παρὰ Ἀρχιλόχῳ.

Poll. 2. 27

δὶς τόσῃ

CURFRAG.tlg-0232.173
τῇ ἡλικίᾳ: Ἀρχίλοχος.

Hesych.

ἐξ πρόθεσις, ὅταν αὐτῇ σύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰς κ. δεῖ δὲ προσθεῖναι, χωρὶς εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντος: οἷον ὡς παρ᾽ Ἀρχιλόχῳ:(fr. 5): καὶ πάλιν:

διὲξ τὸ μύρτον

CURFRAG.tlg-0232.174
ἀντὶ τοῦ διὰ τὸ μύρτον. σημαίνει δὲ τὴν μυρσίνην.

Et. Magn. 324. 14

ἐκτενισμένοι

CURFRAG.tlg-0232.175
μὲν εἴρηκεν Ἀρχίλοχος.

Poll. 2. 34

ἔτρεψεν

CURFRAG.tlg-0232.176
ἐπέτρεψεν, ἠπάτησεν, παρέτρεψεν: Ἀρχίλοχος.

Hesych.

ἥμισυ τρίτον

CURFRAG.tlg-0232.177
δύο ἥμισυ: Ἀρχίλοχος.

Hesych.

Θριαθρίκη

CURFRAG.tlg-0232.178
Ἀρχίλοχος: καὶ ὅτι ἀπὸ Θριῶν τῶν Διὸς γυγατέρων διωνομάσθησαν, ὡς φερυκύδης ἱστορεῖ.

Cyr. Cram. A.P. 4. 183. 21

καὶ ἶπος τὸ πιέζον τὰς ἐσθῆτας ἐν τῷ γναφείῳ, ὡς Ἀρχίλοχος:

κέαται δ᾽ ἐν ἴπῳ.

CURFRAG.tlg-0232.179
Poll. 10.135

παρὰ τὸ ἐκεῖθι, κεῖθι και

κεῖ

CURFRAG.tlg-0232.180
παρὰ Ἀρχιλόχῳ.

Cram. A.O. i. 249.27

καὶ ἔοικεν σκορπιώδης τὴν γλῶσσαν Ἀρχίλοχος

ἁπαλὸν κέρας

CURFRAG.tlg-0232.181
τὸ αἰδοῖον εἰπών, ἐντεῦθεν τὴν λέξιν πορίσασθαι.

Eust. Il. 851. 53

δὲ τοῖς αὐλοῖς χρώμενος αὐλητὴς καὶ

κεραυλὴς

CURFRAG.tlg-0232.182
κατὰ τὸν Ἀρχίλοχον.

Poll. 4. 71

χρῆται δὲ καὶ Ἀρχίλοχος τῷ τῶν

κοκκυμήλων

CURFRAG.tlg-0232.183
ὀνόματι.

Poll. i. 232

κοπόεν ξίφος

CURFRAG.tlg-0232.184
παρὰ Ἀρχιλόχῳ: ἀπὸ τοῦ κόπτειν.

Et. Magn. 529. 12

Κρήτη: μεγίστη νῆσος, ἣν

Κρεήτην

CURFRAG.tlg-0232.185
ἔφη Ἀρχίλοχος κατὰ πλεονασμόν.

Steph. Byz.

οἱ νεώτεροι ἐπιθυμεῖν τὸ

κροαίνειν

CURFRAG.tlg-0232.186
ὡς Ἀρχίλοχος.

Sch. Il. 6. 507

ἀλλὰ μὴν καὶ

κύρτη σιδηρᾶ

CURFRAG.tlg-0232.187
ἀγγεῖόν τι, οἷον οἰκίσκος ὀρνίθειος, παρὰ Ἡροδότῳ καὶ Ἀρχιλόχῳ.

Poll. 10. 160

κύφων

CURFRAG.tlg-0232.188
... Ἀρχίλοχος δὲ ἀντὶ τοῦ κακὸς καὶ ὀλέθριος

Sch. Ar. Plut. 476

Ἐραφρόδιτος δὲ παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν λεγαίνειν: ἔνθεν Ἀρχίλοχος:

λέγαι δὲ γυναῖκες

CURFRAG.tlg-0232.189
ἀντὶ τοῦ ἀκόλαστοι.

Et. Magn. 152. 52

μέσπιλα

CURFRAG.tlg-0232.190
καὶ ὄα καλεῖται: καὶ τοὔνομά ἐστι παρὰ Πλάτωνι τοῦτο ὡς παρ᾽Ἀρχιλόχψ ἐκεῖνο.

Poll. 6. 80

μουνόκερα

CURFRAG.tlg-0232.191
τὸ μηκέτι ἔχον τὴν ἀλκήν. ὡς Ἀρχίλοχος.

Hesych.

μυδαλέας: διαβρόχους, μυδαλέα δάκρυσι, καὶ

μυδάλεον

CURFRAG.tlg-0232.192
δίυγρον, παρὰ Ἀρχιλόχῳ διάβροχον, λέγει δὲ τὸ ἐρίδακρυ καὶ κάθυγρον ὄμμα, τὸ ἐννότερον,

ῥυπαρόν

CURFRAG.tlg-0232.193

Suid.

οἱ δὲ μύκλους φασὶ τοὺς κατωφερεῖς πρὸς γυναῖκας: εἴρηται δὲ ἀπὸ ἑνὸς

Μύκλου

CURFRAG.tlg-0232.194
αὐλητοῦ κατωφεροῦς εἰς γυναῖκας καὶ κωμῳδηθέντος ἐπὶ μαχλότητι ὑπ᾽ Ἀρχιλόχου.

Tzetz. Lycophr. 771

μυσάχνη

CURFRAG.tlg-0232.195
πόρνη παρὰ Ἀρχιλόχῳ: καὶ

ἐργάτις

CURFRAG.tlg-0232.196
καὶ

δῆμος

CURFRAG.tlg-0232.197
καὶ

παχεῖα
ἐργάτις: τὴν Νεοβούλην λέγει ὡς παχεῖαν. Hesych. μισητίαν δὲ οἱ μὲν περὶ Ἀριστοφάνη τὴν εἰς τὰ ἀφροδίσια ἀκρασίαν, καὶ τὸ Sch. Ar. Av. 1620 περὶ σφυρὸν παχεῖα μισήτη γυνή

CURFRAG.tlg-0232.198
οὕτως ἐξηγοῦνται.

Suid.

μύσχης

CURFRAG.tlg-0232.199
εὖρος, ὡς Ἀρχίλοχος.

Hesych.

καὶ ἔγχεα ὀξυόεντα τὰ ἐξ ὀξύας τοῦ δένδρου ὡς καὶ Ἀρχίλοχος:

ὀξύη ποτᾶτο

CURFRAG.tlg-0232.200
Sch. Il. 6. 201

ὀρεσκῷος: ... ὅτε γοῦν γίνεται

ὀρέσκοος

CURFRAG.tlg-0232.201
ὡς παρ᾽ Ἀρχιλόχῳ, καὶ παροξύνεται.

Lex. Messan. ap. Rabe Rh. Mus. 47. 409

ὡς Ἀρχίλοχος

πακτῶσαι

CURFRAG.tlg-0232.202
τὸ κλεῖσαι.

Poll. 10. 27

λέγει δ᾽ αὐτὸς καὶ τὰς πρόκας παρ᾽ Ἀρχιλόχῳ ἐπὶ ἐλάφου τεθεῖσθαι, παρ᾽ καί τις δια δειλίαν προσωνομάσθη

πρόξ

CURFRAG.tlg-0232.203
Eust. Il. 711. 32

πύγαργον

CURFRAG.tlg-0232.204
δειλὸν αἰσχρὸν ἅρπαγα: εἰσὶ γὰρ μελάμπυγοι, πύγαργοι εἴδη ἀετῶν κατ᾽ Ἀρχίλοχον.

Tzetz. Lycophr.

πυρριχίζειν: τὸν ἐνόπλιον ὄρχησιν καὶ σύντονον πυρρίχην ἔλεγον. οἱ μὲν ἀπὸ Πυρρίκου τοῦ Κρητός, οἱ δὲ ... ἀπὸ

Πύρρου

CURFRAG.tlg-0232.205
τοῦ Ἀχιλλέως: ἐφησθέντα γὰρ τῷ Εὐρυπύλου φόνψ ὀρχήσασθαί φησιν Ἀρχίλοχος.

Hesych.

εὑρίσκομεν δὲ καὶ ἐπὶ τῆς σταφυλῆς διὰ τοῦ ω λεγόμενον

ῥώξ

CURFRAG.tlg-0232.206
ῥωγὸς παρὰ Ἀρχιλόχῳ.

Choerob. Gram. Gr. 4. 296. 8

σάλπιγξ

CURFRAG.tlg-0232.207
... τινὲς δὲ ὄρνιν ποιόν: καὶ ὄργανον πολεμικόν, καὶ θαλασσίαν σάλπιγγα: παρ᾽ Ἀρχιλόχῳ δὲ τὸν στρόμβον.

Hesych.

σκελήπερον

CURFRAG.tlg-0232.208
νήπιον: Ἀρχίλοχος.

Hesych.

συκοτραγίδης

CURFRAG.tlg-0232.209
παρὰ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ διὰ τὸ εὐτελὲς τοῦ βρώματος.

Eust. Od. 1828. 11

τράμιν

CURFRAG.tlg-0232.210
τὸν ὄρρον ... μέμνηται καὶ Ἀρχίλοχος.

Erot. 124 K

καὶ οὐλότριχες παρ᾽ Ἡροδότψ, Ἀρχιλοχος δὲ ἀναστρέψας

τρίχουλον

CURFRAG.tlg-0232.211
εἴρηκεν.

Poll. 2. 23

κατὰ γένος οὐδέτερον ὁμοίως τῷ ... φλῶ

φλύος

CURFRAG.tlg-0232.212
παρ᾽ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας.

Eust. Od. 1746. 8 ...

καὶ Ἀρχίλοχος δὲ τῆς

χηράμβης

CURFRAG.tlg-0232.213
μέμνηται.

Ath. 3. 86 b

ψαυστά

CURFRAG.tlg-0232.214
ψαιστά: Ἀρχίλοχος.

Hesych.

de Alcmanio trimetro brachycatalecto coluro: Huic si addiderimus alterum pedem disyllabum iambum, erit trimetrum iambicum purum acatalectum Archilochium, de quo paulo ante tractavi,

a)spi\s me\n ou)ke/t' e)sti/n, ou)d' i)/xnos be/w
fi/lwn e(tai/rwn

CURFRAG.tlg-0232.215
Mar. Plot. Gram. Lat. p. 521 K
Trimetrum catalecticum iambicum fit hoc modo, cum una syllaba deest ut sex pedes iambici binis iunctis trimetrum faciant, ut est

a)/ntw ti, *mou=sa, pro\s me/son la/lhson.

CURFRAG.tlg-0232.216
Mar. Plot. Gram. Lat. p. 521 K

π. παρωνύμων: τὸ

ἄτμενος

CURFRAG.tlg-0232.217
παρ᾽ Ἀρχιλόχῳ.

O.P. 8. 1087. ii. 38

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: