previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἰάμβων


Ά Τριμέτρων


π. Μαγνήτων: Ἀρχίλοχος δὲ ἤδη φαίνεται γνωρίζων τὴν γενομένην αὐτοῖς συμφοράν:

κλαίω τὰ Θασίων, οὐ τὰ Μαγνήτων κακά.

CURFRAG.tlg-0232.20
Str. 14. 647

καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών:

ἥδε δ᾽ ὥστ᾽ ὄνου ῥάχις
ἕστηκεν ὕης ἀγρίης ἐπιστεφής:

CURFRAG.tlg-0232.21
οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν.

Plut. Exil. 12

καὶ Ἀρχίλοχος δ᾽ ποιητὴς ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν: περὶ γοῦν τῆς Θάσου λέγων ὡς ἥσσονός φησιν:

οὐ γάρ τι καλὸς χῶρος οὐδ᾽ ἐπίμερος
οὐδ᾽ ἐρατός, οἷος ἀμφὶ Σίριος ῥοάς.

CURFRAG.tlg-0232.22
Ath. 12. 523b

καὶ τότε καὶ βραχύχρονος εἶναι τῷ βίῳ μέλλων ποιεῖ ὅπερ καὶ ὕστερον Ἀρχίλοχος ἐκεῖνος: σφῆς ἀδελφῆς γὰρ σύζυγον πνιγέντα τῇ θαλάσῃ περιπαθῶς ὠδύρετο γράφειν μὴ θέλων ὅλως, λέγων πρὸς τοὺς βιάζοντας συγγράμμασιν ἐγκύπτειν:

καί μ᾽ οὔτ᾽ ἰάμβων οὔτε τερπωλέων μέλει:

CURFRAG.tlg-0232.23
ὡς δὲ δακρύων κέκμηκε μάτην, εἰρήκει τάδε:(fr. 13)

Tzetz. ap. Matr. An. 216

κυμάτων ἐν ἀγκάλαις: δίδυμός φησι παρὰ τῷ Αἰσχύλῳ, ἔστι δὲ ὄντως παρὰ Ἀρχιλόχῳ:

ψυχὰς ἔχοντες κυμάτων ἐν ἀγκάλαις

CURFRAG.tlg-0232.24
Sch. Ar. Ran. 704
[σκοπεῖν χρὴ μὴ οὐκ ἐν τῷ Καρὶ ὑμῖν κίνδυνος κινδυνεύηται, ἀλλ᾽ ἐν τοῖς ὑέσιͅ: ἐπὶ τῶν ἐπισφαλέστερον καὶ ἐν ἀλλοτρίοις κινδυνευόντων. Κᾶρες γὰρ δοκοῦσι πρῶτον μισθοφορῆσαι ... μέμνηται δ᾽ αὐτῆς Ἀρχίλοχος λέγων:

καὶ δὴ π᾽ίκουρος ὥστε Κὰρ κεκλήσομαι.

CURFRAG.tlg-0232.25
Sch. Plat. Lach. 187 b
εἰς δὲ τὸ ἦθος, ἐπεὶ ἔνια περὶ αὑτοῦ λέγειν ἐπίφθονον μακρολογίαν ἀντιλογίαν ἔχει, καὶ περὶ ἄλλου λοιδορίαν ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν Τῷ Φιλίππῳ καὶ Ἀντιδόσει: καὶ ὡς Ἀρχίλοχος ψέγει: ποιεῖ γὰρ . . λέγοντα:(fr. 74) ... καὶ τὸν Χάρωνα τὸν τέκτονα ἐν τῷ ἰάμβῳ οὗ ἀρχή:

οὔ μοι τὰ Γύγ εω τοῦ πολυχρύσου μέλει,
οὐδ᾽ εἷλέ πώ με ζῆλος, οὐδ᾽ ἀγαίομαι
θ εῶ ν ἔργα, μεγάλης δ᾽ οὐκ ἐρέω τυραννίδος:
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν.

CURFRAG.tlg-0232.26
Arist. Rh. 1418.42b
καρτερεῖν: ἀντὶ τοῦ κρατεῖν καὶ ἀντέχειν: καὶ τὸν ἐγκρατῆ λέγουσι καρτερόν: Ἀρχίλοχος:

δ᾽ Ἀσίης καρτερὸς μηλοτρόφου.

CURFRAG.tlg-0232.27
Sch. Eur. Med. 708
Alii cognominatum Apollinem putant ὡς ἀπολλύντα τὰ ζῷα : exanimat enim et perimit animantes cum pestem intemperie immittit; ut Euripides ... item Archilochus:

a)/nac *)/apollon, kai\ su\ tou\s me\n ai)ti/ous1
sh/maine kai/ sf ea s o)/llu' w(/sper o)llu/eis.

CURFRAG.tlg-0232.28
Macr. Sat. i. 17
διπλῆ ὅτι Ἀρχίλοχος ὑπερτέραν τὴν νεωτέραν ἐδέξατο:

οἴην Λυκάμβ εω παῖδα τὴν ὑπερτέρην.

CURFRAG.tlg-0232.29
Sch. Il. 11. 786
καὶ κάλλιστος ποιητῶν Ἀρχίλοχος ἐπαινέσας αὐτὴντὴν κόμηνἐπαινεῖ μὲν οὖσαν ἐν ἑταίρας σώματι, λέγει δὲ οὕτως: ‘ δέ οἱ ... μετάφρενα.’

ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο
ῥοδῆς τε καλὸν ἄνθος, δέ οἱ κόμη
ὤμους κατεσκίαζε καὶ μετάφρενα.

CURFRAG.tlg-0232.30
Synes. Laud. Calv. 75bῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει: ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δὲ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος:” Ammon. 123
π. μύρου: καὶ ἀλλαχοῦ δ᾽Ἀρχίλοχοςἔφη:

ἐσμυρισμέναι κόμας
καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο

CURFRAG.tlg-0232.31
Ath. 15. 688c
δὲ Περικλῆς καταστρεψάμενος τὴν Σάμον ὡς ἐπανῆλθεν εῖς τὰς Ἀθήνας, ταφάς τε τῶν ἀποθανόντων κατὰ τὸν πόλεμον ἐνδόξους ἐποίησε καὶ τὸν λόγον εἰπών, ὥσπερ ἔθος ἐστίν, ἐπὶ τῶν σημάτων ἐθαυμάσθη καταβαίνοντα δ᾽ αὐτὸν ἀπὸ τοῦ βήματος αἱ μὲν ἄλλαι γυναῖκες ἐδεξιοῦντο καὶ στεφάνοις ἀνέδουν καὶ ταινίαις ὥσπερ ἀθλητὴν νικηφόρον, δ᾽ Ἐλπινίκη προσελθοῦσα πλησίονταῦτ᾽ ἔφη θ̔αυμαστά, Περίκλεις, καὶ ἄξια στεφάνων, ὃς ἡμῖν πολλοὺς καὶ ἀγαθοὺς ἀπωλέσας πολίτας οὐ Φοίνιξι πολεμῶν οὐδὲ Μήδοις ὥσπερ οὑμὸς ἀδελφὸς Κίμων, ἀλλὰ σύμμαχον καὶ συγγενῆ πόλιν καταστρεφόμενος.’ ταῦτα τῆς Ἐλπινίκης λεγούσης, Περικλῆς μειδιάσας ἀτρέμα λέγεται τὸ τοῦ Ἀρχιλόχου πρὸς αὐτὴν εἰπεῖν:

οὐκ ἂν μύροισι γρηῦς ἐοῦς ἠλείφεο.

CURFRAG.tlg-0232.32
Plut. Vit. Pericl. 28
τὸν δὲ κρίθινον οἶνον καὶ βρῦτόν τινες καλοῦσιν ... Ἀρχίλοχος:

ὥσπερ παρ᾽ αὐλῷ βρῦτον Θρῆϊξ ἀνὴρ
Φρὺξ ἔβρυζε, κύβδα δ᾽ ἦν πονευμένη.2

CURFRAG.tlg-0232.33
Ath. 10.447b
βάβαξ λάλος: Ἀρχίλοχος:

κατ᾽ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ

CURFRAG.tlg-0232.34
Orion 37.4

παλίνσκιον: ... Ἀρχίλοχος Τριμέτροις:

πρὸς τοῖχον ἐκλίνθησαν ἐν παλινσκίῳ.

CURFRAG.tlg-0232.35
ἀντὶ τοῦ ἐν σκοτεινῷ.

Harp. 143.7

κύψαι: ἀντὶ τοῦ ἀπάγξασθαι: Ἀρχίλοχος

κύψαντες ὕβριν ἀθρόην ἀπέφλυσαν.

CURFRAG.tlg-0232.36
Phot. Lex. 193.22

Ἀρχιλόχου τε ὁμοίως εἰρηκότος:

ἀλλ᾽ ἄλλος ἄλλῳ καρδίην ἰαίνεται:

CURFRAG.tlg-0232.37
παρὰ τὸ Ὁμηρικόν(Od. 14. 228).

Clem. Al. Str. 6. 739

ἐγκυτί: ἐπίρρημα σημαῖνον τὸ ἐν χρῷ: Ἀρχίλοχος:

χαίτην ἀπ᾽ ὤμων ἐγκυτὶ κεκαρμένος

CURFRAG.tlg-0232.38
τουτέστι πρὸς αὐτῷ τῷ δέρματι.

Et. Mag. 311. 40

αἰηνές: τὸ δεινὸν καὶ πολύστονον: Ἀρχίλοχος:

προὔθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων.

CURFRAG.tlg-0232.39
Et. Mag. 32. 26
κορωνός: γαῦρος καὶ ὑψαυχενῶν ... Ἀρχίλοχος:

βοῦς ἐστὶν ἡμῖν ἐργάτης ἐν οἰκίῃ
κορωνός, ἔργων ἴδρις οὐδ᾽ ἀροῦν θέλων.3

CURFRAG.tlg-0232.40
Et. Mag. 530. 27
τὸ περιθεῖν τοῦτο δηλοῖπεριέχειν πανταχόθεν): οἷον καὶ Ἀρχίλοχος δηλοῖ ποιήσας:

τοῖον γὰρ αὐλὴν ἕρκος ἀμφιδέδρομεν.

CURFRAG.tlg-0232.41
Sch. Il. 9. 476
π. τῶν εἰς ι ληγόντων ἐπιρρημάτων: τὸ γοῦν Ἀρχιλόχειον συνεστάλη:

ἀμισθὶ γάρ σε πάμπαν οὐ διάξομεν.

CURFRAG.tlg-0232.42
Apoll. Dysc. Adv. Gram. Gr. 2. 1. 1. 161
ἱππομανές: ... λέγει γὰρ καὶ Ἀρχίλοχος τὸ φῦμα φυτόν:

ἐσθλὴν γὰρ ἄλλην οἶδα τοιούτου φυτοῦ
ἴησιν.

CURFRAG.tlg-0232.43
Sch. Theocr. 2. 48
δὲ Ὅμηρος πῶς; ἓν γὰρ ἀπὸ πολλῶν λεγέσθω: ‘ ... τρομέουσι δέ τε φρένα ναῦται δειδιότες: τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται, ... δὲ ποιητὴς οὐκ εἰς ἃπαξ παρορίζει τὸ δεινόν, ἀλλὰ τοὺς ἀεὶ καὶ μόνον οὐχὶ κατὰ πᾶν κῦμα πολλάκις ἀπολλυμένους εἰκονογραφεῖ. καὶ μὴν τὰς προθέσεις ἀσυνθέτους οὔσας συναναγκάσας παρὰ φύσιν καὶ εἰς ἀλλήλας συμβιασάμενος `ὑπὲκ θανάτοιο,’ τῷ μὲν συνεμπίπτοντι πάθει τὸ ἔπος ὁμοίως ἐβασάνισε, τῇ δὲ τοῦ ἔπους συνθλίψει τὸ πάθος ἄκρως ἀπεπλάσατο, καὶ μόνον οὐκ ἐνετύπωσε τῇ λέξει τοῦ κινδύνου τὸ ἰδίωμα. οὐκ ἄλλως Ἀρχίλοχος ἐπὶ τοῦ ναυαγίου.

ἔστη κατ᾽ ἠκὴν κύματός τε κἀνέμου.

CURFRAG.tlg-0232.44
Longin. Subl. 10. 5ἥκη: ὀξύτης τοῦ σιδήρου: Ἀρχίλοχος:” Et. Mag. 424. 18
συμβόλους δὲ λέγομεν πταρμοὺς φήμας ἀπαντήσεις: ὡς Ἀρχίλοχος:

μετέρχομαί σε σύμβολον ποιεύμενος.

CURFRAG.tlg-0232.45
Sch. Pind. Ol. 12.10
ἐπειδὴ γὰρ ἐκεῖνοι σοφὸν ὠνόμαζον τὸν ἡντινοῦν ἐπιόντα τέχνην, ὧν εἷς ἦν καὶ Ἀρχίλοχος λέγων:

τρίαιναν ἐσθλὸς καὶ κυβερνήτης σοφός

CURFRAG.tlg-0232.46
Ammon. in Porph. Isag. Proem. 9. 8

φηλήτου δὲ τοῦ εἰρημένου χρῆσις μὲν παρά τε Ἡσιόδῳ καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ:

φηλῆτα νύκτωρ περὶ πόλιν πωλεύμενε4

CURFRAG.tlg-0232.47
ἤγουν κλέπτῃ νυκτιλόχῳ.

Eust. Od. 1889. 1

π. κλίς. ὀνομ. 2. 679. 5 μύκης: ... σημαίνει δὲ καὶ τὸ αἴδοιον του ανθρώπου, ὅπερ ἰσοσύλλαβως ἔκλινεν Ἀρχίλοχος:

ἀλλ᾽ ἀπερρώγασί μοι
μύκ εω τένοντες.

CURFRAG.tlg-0232.48
Hdn.
κλίνεται δὲ καὶ ὡς σπονδειακόν, Ἄρης, Ἄρου, ὅθεν κατ᾽ Ἰάδα διάλεκτον ἐπεκτείνας Ἀρχίλοχος ἔφη ἐν τοῖς Τριμέτροις:

παῖδ᾽ Ἄρ εω μιηφόνου

CURFRAG.tlg-0232.49
Eust. ll. 518.28
“ ... πρεσβευτικῇς ... ἡλικίας, ᾗτινι συμφέρειν τὴν ἀπραγμοσύνην Ἀρχίλοχος ποιητὴς ἀπεφήνατο.

βίος δ᾽ ἀπράγμων τοῖς γέρουσι συμφέρει
μάλιστα δ᾽ ει᾽ τύχοιεν ἁπλόοι τρόποις
μακκοᾶν μέλλοιεν ληρεῖν ὅλως,
ὅπερ γερόντων ἐστίν.

CURFRAG.tlg-0232.50
Cedren Hist. Comp. 2. 612. 9 :μακκοᾶν: διαλέγεσθαι ... οἷον:” Et. Magn. Vet.

Σαπαίων

CURFRAG.tlg-0232.51
δὲ τούτων καὶ Ἀρχίλοχος ἐν ἰαμβείῳ μνήμην ἔσχε.

Paus. 7. 10. 6

Β´ Τετραμέτρων


σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματα: πρὸς ταῦτα καὶ Κρατῖνος ἐν Πυτίνῃ πεποίηκεν: ‘ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε:’5 ἔστι δέ πρὸς τὰ Ἀρχιλόχου:

λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε
ῥήματ᾽.

CURFRAG.tlg-0232.52
Sch. Ar. Pac. 603
τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳσύκων) ... Ἀρχίλοχος μνημονεύει, λέγων οὕτως:

ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.

CURFRAG.tlg-0232.53
Ath. 3. 76b
Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναιφησὶν Ἀπολλόδωροςκαὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας: τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα, ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δέ:

ὡς Πανελλήνων ὀϊζὺς ἐς Θάσον συνέδραμεν.

CURFRAG.tlg-0232.54
Str. 8. 370
Ἀλκαῖος καὶ Ἀλκμὰν λίθον φασὶν ἐπαιωρεῖσθαι τῷ Ταντάλῳ: ... ἐποίησε δὲ καὶ Ἀρχίλοχος:

μηδ᾽ Ταντάλου λίθος
τῆσδ᾽ ὑπὲρ νήσου κρεμάσθω.

CURFRAG.tlg-0232.55
Sch. Pind. Ol. i. 97 ...
“ ... καθάπερ Ἀρχίλοχος μὲν τοῖς Θρακικοῖς ἀπειλημμένος δεινοῖς τὸν πόλεμον εἰκάζει θαλαττίῳ κλύδωνι, λέγων ὧδέ πως:

Γλαῦχ᾽, ὅρα: βαθὺς γὰρ ἤδη κύμασιν ταράσσεται
πόντος, ἀμφὶ δ᾽ ἄκρα Γυρέων ὀρθὸν ἵσταται νέφος,
σῆμα χειμῶνος: κιχάνει δ᾽ ἐξ ἀελπτίης φόβος.

CURFRAG.tlg-0232.56
Heracl. All. Hom. 5
π. Ἀρχιλόχου: ἔτι κἀκεῖνο μεταφράζωννίκης ἀνθρώποισι θεῶν ἐκ πείρατα κεῖταιδιὰ τοῦδε τοῦ ἰάμβου δῆλός ἐστι:

καὶ νέους θάρσυνε: νίκης δ᾽ ἐν θεοῖσι πείρατα.

CURFRAG.tlg-0232.57
Clem. Al. Str. 6. 739
ὅτι ἀβέβαιος τῶν ἀνθρώπων εὐπραξία μεταπιπτούσης ῥᾳδίως τῆς τύχης: Ἀρχιλόχου:

τοῖς θεοῖς τιθεῖο πάντα: πολλάκις μὲν ἐκ κακῶν
ἄνδρας ὀρθοῦσιν μελαίνῃ κειμένους ἐπὶ χθονί,
πολλάκις δ᾽ ἀνατρέπουσι καὶ μάλ᾽ εὖ βεβηκότας
ὑπτίους κλίνουσ᾽: ἔπειτα πολλὰ γίγνεται κακά,
καὶ βίου χρήμῃ πλανᾶται καὶ νόου παρήορος.

CURFRAG.tlg-0232.58
Stob. Fl. 105. 24
οἱ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν τριχῶν ὁμοίαν κέρατι:

τὸν κεροπλάστην ἄειδε Γλαῦκον ...

CURFRAG.tlg-0232.59
Sch. Il. 24. 81κέρας γὰρ τὴν τρίχα λέγεσθαι. καὶ τὸ κείρασθαι διὰ τοῦτο καὶ τὴν κουράν: καὶ τὸν παρ᾽ Ἀρχιλόχῳ κεροπλάστην φιλόκοσμον εἶναι περὶ κόμην καὶ καλλωπιστήν.” Plut. Soll. An. 24
δὲ Ἀρχίλοχος ... περὶ στρατηγοῦ λέγων οὕτω φησίν:

οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον6
οὐδὲ βοστρύχοισι γαῦρον οὐδ᾽ ὑπεξυρημένον,
ἀλλά μοι σμικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν
ῥοικός, ἀσφαλ εώ ς βεβηκὼς ποσσι, καρδίης πλέως.

CURFRAG.tlg-0232.60
Dio Chrys. 2. 456

ἀλλὰ γὰρ καὶ τούτου τὴν κεφαλὴν ἀποτεμόντες καὶ Λάκωνος ἐκόμισαν πρὸς τὸν Ὄθωνα δωρεὰς αἰτοῦντες. ὡς δέ φησιν Ἀρχίλοχος:

ἑπτὰ γὰρ νεκρῶν πεσόντων, οὓς ἐμάρψαμεν ποσίν,
χίλιοι φονῆες ἐσμέν:

CURFRAG.tlg-0232.61
οὕτως τότε πολλοὶ τοῦ φόνου μὴ συνεφαψάμενοι, χεῖρας δὲ καὶ ξίφη καθαιμάσσοντες ἐπεδείκνυντο καὶ δωρεὰς ᾔτουν βιβλία διδόντες τῷ Ὄθωνι.

Plut. Vit. Galb. 27

δὲ τροχαῖοςἐκλήθηὅτι τροχαλὸν ἔχει τὸν ῥυθμόν: καὶ γὰρ Ἀρχίλοχος ἐπὶ τῶν θερμῶν ὑποθέσεων αὐτῷ κέχρηται, ὡς ἐν τῷ:

Ἐρξίη, πῇ δηὖτ᾽ ἄνολβος ἀθροΐζεται στρατός;

CURFRAG.tlg-0232.62
Anecd. Var. Schoell i. 206. 3
π. σῆψιν κρέων: ... τὸν δὲ ἥλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν: πρὸς καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς:

ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καταυανεῖ
ὀξὺς ἐλλάμπων.

CURFRAG.tlg-0232.63
Plut. Quaest. Conv. 3. 10. 2
“ ... καθάπερ ἀμέλει κἀκεῖνο τὸ ἔπος(Il. 18. 309)ξυνὸς Ἐννάλιος καί τε κτανέοντα κατέκτα,’ μεταποιῶν αὐτὸς Ἀρχίλοχοςὧδέ πως ἐξήνεγκεν:

ἐρξάτω δ᾽: ἐτήτυμον γὰρ ξυνὸς ἀνθρώποις Ἄρης.

CURFRAG.tlg-0232.64
Clem. Al. Str. 6. 739
ὅτι τῶν πλείστων μετὰ θάνατον μνήμη διαρρεῖ ταχέως: Ἀρχιλόχου:

οὔ τις αἰδοῖος μετ᾽ ἀστῶν οὐδὲ περίφημος θανὼν
γίγνεται: χάριν δὲ μᾶλλον τοῦ ζοοῦ διώκομεν
ζῶντες ἔτι: κάκιστα δ᾽ αἰεὶ7 τῷ θανόντι γίγνεται.

CURFRAG.tlg-0232.65
Stob. Fl. 126. 4
ὅτι οὐ χρὴ παροινεῖν εἰς τοὺς τετελευτηκότας: Ἀρχιλόχου:

οὐ γὰρ ἐσθλὰ κατθανοῦσι κερτομεῖν ἐπ᾽ ἀνδράσιν.

CURFRAG.tlg-0232.66
Stob. Fl. 125. 5
ὅτι οἱ τὰ ἄδικα πράσσοντες μέλλουσιν κολάζεσθαι: ὁμοίως καὶ Ἀρχίλοχος:

ἓν δ᾽ ἐπίσταμαι μέγα,
τὸν κακῶς με δρῶντα δέννοις8 ἀνταμείβεσθαι κακοῖς.

CURFRAG.tlg-0232.67
Theophil. Autol. 2. 37. 377
π. ὀργῆς:

θυμέ, θύμ᾽ ἀμηχάνοισι κήδεσιν κυκώμενε,
ἀνάδυ, δυσμενῶν δ᾽ ἀλέξευ προσβαλὼν ἐναντίον
στέρνον ἐνδόκοισιν, ἐχθρῶν πλησίον κατασταθεὶς
ἀσφαλέως: καὶ μήτε νικῶν ἀμφαδην̀ ἀγάλλεο
μήτε νικηθεὶς ἐν οἴκῳ καταπεσὼν ὀδύρεο:
ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακαῖσιν ἀσχάλα
μὴ λίην: γίγνωσκε δ᾽ οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.

CURFRAG.tlg-0232.68
Stob. Fl. 20. 28
πρὸς γὰρ τοὺς συνήθεις καὶ φίλους θυμὸς αἴρεται μᾶλλον πρὸς τοὺς ἀγνῶτας ὀλιγωρεῖσθαι νομίσας: διὸ καὶ Ἀρχίλοχος προσηκόντως τοῖς φίλοις ἐγκαλῶν διαλέγεται πρὸς τὸν θυμόν:

σὺ γὰρ δὴ παρὰ φίλων ἀπάγχεαι.

CURFRAG.tlg-0232.69
Arist. Pol. 7. 1328 a. 1
π. δίψης μεταφορικῶς: τῆς δὲ δίψης οὐδέν ἐστι πολυποθητότερον. διόπερ καὶ τὸ Ἄργος πολυδίψιον ποιητὴς ἔφη, τὸ πολυπόθητον διὰ τὸν χρόνον ... διὸ καὶ Σοφοκλῆς φησι ... καὶ Ἀρχίλοχος:

μάχης δὲ τῆς σῆς, ὥστε διψέων πιεῖν,
ὣς ἐρέω .

CURFRAG.tlg-0232.70
Ath. 10. 433e
π. τοῦ πολυπτώτου: ἔστι δὲ τὸ τοιοῦτον σχῆμα καὶ παρά τισι τῶν ποιητῶν, ὡς παρὰ Ἀρχιλόχῳ:

νῦν δὲ Λ εώ φιλος μὲν ἄρχει, Λ εώ φιλος δ᾽ ἐπικρατεῖ,
λ εω φίλῳ δὲ πάντα κεῖται, Λ εώ φιλος δ᾽ ἀκουέτω.9

CURFRAG.tlg-0232.71
Hdn. π. σχημ. 57. 2
Ὅμηρον μεταφράζων, ὅτε φησί: ‘τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ᾽ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε(Od. 18. 135), Ἀρχίλοχος:

τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε, Λεπτίν εω πάϊ,
γίγνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφ᾽ ἡμέρην ἄγῃ,
καὶ φρονεῦσι τοῖ᾽ ὁκοίοις ἐγκυρέωσιν ἔργμασιν.10

CURFRAG.tlg-0232.72
Theon Prog. i. 153 W
“‘εἱ γὰρ ὤφελονφησὶν ἕκαστος τῶν εὐχομένων, καὶ Ἀρχίλοχος:

ει᾽ γὰρ ὣς ἐμοὶ γένοιτο χεῖρα Νεοβούλης θιγεῖν.

CURFRAG.tlg-0232.73
Plut. de E 5
ἀσκὸν τοίνυν λέγει τὸν περὶ τὴν γαστέρα τόπον: Ἀρχίλοχος:

καὶ πεσεῖν δρήστην ἐπ᾽ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα
προσβαλεῖν μηρούς τε μηροῖς.

CURFRAG.tlg-0232.74
Sch. Eur. Med. 679
αὖθίς τε Ἀρχίλοχος τὸ Ὁμηρικὸν ἐκεῖνο μεταφέρων(Il. 9. 116): ‘ἀασάμην οὐδ᾽ αὐτὸς ἀναίνομαι, ἀντί νυ πολλῶνὧδέ πως γράφει:

ἤμβλακον, καί πού τιν᾽ ἄλλον ἥδ᾽ ἄτη κιχήσατο.11

CURFRAG.tlg-0232.75
Clem. Al. Str. 6. 739
“ ... καὶ ὡς Ἀρχίλοχος ψέγει: ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳ:

χρημάτων ἄελπτον οὐδέν ἐστιν οὐδ᾽ ἀπώμοτον
οὐδὲ θαυμάσιον, ἐπειδὴ Ζεὺς πατὴρ Ὀλυμπίων
ἐκ μεσημβρίης ἔθηκε νύκτ᾽ ἀποκρύψας φάος
ἡλίῳ λάμποντι: λυγρὸν δ᾽ ἦλθ᾽ ἐπ᾽ ἀνθρωπους δέος.
5ἐκ δὲ τοῦ καὶ πιστὰ πάντα κἀπίελπτα γίγνεται
ἀνδράσιν: μηδεὶς ἔθ᾽ ὑμῶν εἰσορῶν θαυμαζέτω,
μηδ᾽ ὅταν δελφῖσι θῆρες ἀνταμείψωνται νομὸν
ἐνάλιον καὶ σφιν θαλάσσης ἠχέεντα κύματα
φίλτερ᾽ ἠπείρου γένηται τοῖσί τ᾽ ἡδὺ ἦν ὄρος.

CURFRAG.tlg-0232.76
Arist. Rhet. 3. 1418 b. 28
“ ... οἷον εὐθὺς Ἀρχίλοχος ὅταν μὲν εὐχόμενος λέγῃ:

κλῦθ᾽ ἄναξ Ἥφαιστε καὶ μοι σύμμαχος γουνουμένῳ
ἵλαος γενεῦ, χαρίζευ δ᾽ οἷά περ χαρίζεαι.

CURFRAG.tlg-0232.77
Plut. Aud. Poet. 6
τὸ γὰρ ἐξάρχειν τῆς φόρμιγγος ἴδιον: διόπερ μὲν Ἠσίοδός φησιν ... καὶ Ἀρχίλοχος:

αὐτὸς ἐξάρχων πρὸς αὐλὸν Λέσβιον παιήονα

CURFRAG.tlg-0232.78
Ath. 4. (5) 180 e, p. 414 Kaib.
Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ ἀεὶ διθυραμβοῦσιν, ἀλλ᾽ ὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ τὸν δὲ Ἀπόλλωνα μεθ᾽ ἡσυχίας καὶ τάξεως μέλποντες. Ἀρχίλοχος γοῦν φησιν:

ὡς Διωνύσοι᾽ ἄνακτος καλὸν ἐξάρξαι μέλος
οἶδα διθύραμβον οἴνῳ συγκεραυνωθεὶς φρένας.

CURFRAG.tlg-0232.79
Ath. 14. 628 a
περὶ Περικλέους φησὶν Ἀρχίλοχος ... ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην: ...

πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
οὔτε τῖμον εἰσενέγκας
... οὐδὲ μὴν κληθεὶς ἐς ῆλθες οἷα δὴ ᾿ς φίλους φίλος
ἀλλά σ᾽ εὖ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
εἰς ἀναιδείην.

CURFRAG.tlg-0232.80
Ath. i. 7 f

Γ᾽ Τετραμέτρων Ἀσυναρτητῶν


π. ἀσυναρτήτων: πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται: πῇ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυφαλλικοῦ: ‘Ἐρασμονίδηκτλ. τοῦτο δὲ οἱ μετ᾽ αὐτὸν οὐχ ὁμοίως αὐτῷ ἔγραψαν. οὗτος μὲν γὰρ τῇ τε τομῇ δι᾽ ὅλου κέχρηται καὶ σπονδείους παρέλαβεν ἐν τῷ ἀναπαιστικῷ κώλῳ οἷονἀστῶν δὲκτλ., οἱ δὲ μετ᾽ αὐτὸν τῇ μὲν τομῇ ἀδιαφόρως ἐχρήσαντο, ὥσπερ Κρατῖνος ...

ἐρασμονίδη Χαρίλαε, χρῆμά τοι γελοῖον
ἐρέω , πολὺ φίλταθ᾽ ἑταίρων, τέρψεαι δ᾽ ἀκούων.
φιλέε ιν στυγνόν περ ἐόντα μηδὲ διαλέγεσθαι
ἀστῶν δ᾽ οἱ μὲν κατόπισθεν ᾖσαν, οἱ δὲ πολλοὶ
Δήμητρί τε χεῖρας ἀνέξων

CURFRAG.tlg-0232.81
Heph. 15. 2. p. 47 Cons.ὑπονοήσειε δ᾽ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ᾽ αὐτόν, καθ᾽ ἣν ἀναπαίστῳ δοκεῖ τῷ πρώηῳ χρῆσθαι, ‘ἐρέωκτλ., ‘φιλέεινκτλ., οὐκ ἐχρήσαντο ἐκεῖνοι. φαίνεται δὲ οὐδ᾽ αὐτὸς κεχρημένος: δύναται γὰρ ἀμφότερα κατὰ συνεκφώνησιν εἰς ἴαμβον περιϊστασθαι.” Heph. 15. 6. p. 49π. ἀναπαιστικοῦ: πρῶτος δὲ Ἀρχίλοχος ἐχρήσατο τῷ μεγέθει τούτῳ, ἐν τοῖς Τετραμέτροις προτάξας αὐτὸ τοῦ ἰθυφαλλικοῦ: τὸ γὰρἘρασμονίδη Χαρίλαεἑφθημιμερές ἐστιν ἀναπαιστικόν: ἐχρήσατο δὲ τῷ πρώτῳ ποδὶ καὶ ἰάμβῳ, ὡς καὶ ἐκ τοῦ παραδείγματός ἐστι δῆλον, καὶ σπονδείῳ Δ̔ήμητρι᾽ κτλ. ἀναπαίστῳ δὲ τῷ πρώτῳ ἐπὶ δύο μόνων στίχων κεχρῆσθαι δοκεῖἐρέωκτλ. καὶφιλέεινκτλ. ταῦτα δὲ ἀμφότερα κατὰ συνεκφώνησιν ἴαμβον ἔχει τὸν πρῶτον πόδα.” Heph. 8. 7. p. 27
περὶ δὲ Θυὸς τοῦ Παφλαγόνων βασιλέως ὅτι καὶ αὐτὸς ἦν πολυφάγος προειρήκαμεν (4. 144 φ) ... Ἀρχίλοχος δ᾽ ἐν Τετραμέτροις Χαρίλαν εἰς τὰ ὅμοια διαβέβληκεν.” Ath. 10. 415 d

“ ... τὰ παρὰ τῇ γραφῇ διαφορούμενα: εἰσὶ ταῦτα ... εἴκελος ἀστεροπῇ καὶ τὸ ἴκελος ... βακχεία καὶ

ἕωθεν ἕκαστος ἔπινεν: ἐν δὲ βακχίῃσιν

CURFRAG.tlg-0232.82
Ἀρχίλοχος.

Gram. ap. Welcker Opusc. 4. 50

ἐπῳδῶν


ψόγος Ἀφροδίτης: καὶ ὅτι φαῦλον ἔρως καὶ πόσων εἴη κακῶν γεγονὼς αἴτιος: Ἀρχιλόχου:

δύστηνος ἔγκειμαι πόθῳ
ἄψυχος, χαλεπῇσι θεῶν ὀδύνῃσιν ἕκητι
πεπαρμένος δι᾽ ὀστέων.

CURFRAG.tlg-0232.83
Stob. Fl. 64. 12.
τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου:

ἀλλά μ᾽ λυσιμελής, τ᾽αῖρε, δάμναται πόθος.

CURFRAG.tlg-0232.84
Heph. 15. 9. p. 50 Cons.
αἶνος καὶ παροιμία: μὲν γὰρ αἶνός ἐστι λόγος κατὰ ἀναπόλησιν μυθικὴν ἀπὸ ἀλόγων ζῴων φυτῶν πρὸς ἀνθρώπους εἰρημένος, ὥς φησι Λούκιος Ταρραῖος ἐν πρώτῳ Παροιμιῶν, οἷον ἀπὸ μὲν ἀλόγων ζαῴων ὡς παρ᾽ Ἀρχιλόχῳ:

αἶνός τις ἀνθρώπων ὅδε
ὡς ἆρ᾽ ἀλώπηξ καἰετὸς ξυνωνίην
ἔμειξαν.

CURFRAG.tlg-0232.85
Ammon. 6. Valck. Words Alike but Different:

ὁρᾷς ἵν᾽ ἔστ᾽ ἐκεῖνος ὑψηλὸς πάγος
τρηχύς τε καὶ παλίγκοτος;
ἐν τῷ κάθημαι σὴν ἐλαφρίζων μάχην:‘

CURFRAG.tlg-0232.86
ἐπὶ τοῦτον τὸν ὑψηλὸν πάγον τὸ δριμὺ καὶ πανοῦργον ἐκεῖνο θηρίον ἀνελθεῖν ἀδύνατον: ἵνα δὲ εἰς ταὐτὸν ἔλθῃ τοῖς ἀετοῦ γεννήμασιν ἀλώπηξ, τύχῃ τινὶ δεῖ χρησαμένους ἐκείνους πονηρᾷ καταπεσεῖν εἰς γῆν τῶν οἴκων αὐτοῖς φθαρέντων, φύσασαν αὐτὴν μὴ πέφυκε φύειν, λαιψηρὰ κυκλῶσαι πτερά, καὶ οὕτως ἀρθεῖσαν ἐκ γῆς ἀναπτέσθαι πρὸς τὸν ὑψῃλὸν πάγον. ἕως δὲ ἑκάτερον ἐπὶ τῆς οἰκείας μένει τάξεως, οὐκ ἔνι κοινωνία τοῖς γῆς πρὸς τὰ οὐρανοῦ θρέμματα:

ε.γ. ‘ ... τύχῃ τινὶ
κείνους πονηρᾷ καταπεσεῖν ἐς γῆν δέει
οἴκου φθαρέντος, σέ γε
φύειν μὴ πέφυκε φύσασαν, τόθεν
λαιψηρὰ κυκλῶσαι πτερά.
ἕως δὲ νῷν ἑκάτερος ἔνθ᾽ ἔστιν μένῃ,
τέως οὐκ ἔνι ξυνωνίη
τοῖς θρέμμασιν γῆς πρὸς τὰ θρέμματ᾽ οὐρανοῦ.’

CURFRAG.tlg-0232.87

Atticus ap. Euseb. Praep. Ev. 15. 795 a

π. δίκης παρὰ τοῦ θεοῦ τεταγμένης ἐποπτεύειν τὰ ἐπὶ γῆς γιγνόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωρον οὖσαν τῶν ἁμαρτανόντων: Ἀρχιλόχου:

Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος,
σὺ δ᾽ ἔργ᾽ ἐπ᾽ ἀνθρώπων ὁρᾷς
λεωργὰ καὶ θεμιστά, σοὶ δὲ θηρίων
ὕβρις τε καὶ δίκη μέλει.

CURFRAG.tlg-0232.88
Stob. Ecl. Phys. i. 3. 34
π. Ἀρχιλόχου: ... καὶ πάλιν ὅταν λέγῃ:

ἐρέω τιν᾽ ὑμῖν αἶνον, Κηρυκίδη,
ἀχνυμένη σκυτάλη:
πίθηκος ᾔει θηρίων ἀποκριθεὶς
μοῦνος ἀν᾽ ἐσχατίην:
τῷ δ᾽ ἆρ᾽ ἀλώπηξ κερδαλέη συνήντετο
πυκνὸν ἔχουσα νόον.

CURFRAG.tlg-0232.89
Ammon. 6 Valck.
σκανδάληθρον: τὸ πέταυρον τῶν παγίδων ... ἔστι δὲ τὸ ἐν τῇ παγίδι καμπύλον ξύλον ἐρείδεται. Ἀρχίλοχος δὲ ῥόπτρον ἔφη, οἷον:

ῥόπτρῳ ἐρειδόμενον

CURFRAG.tlg-0232.90
Et. Magn. 715. 44
τοιόνδε δ᾽, πίθηκε, τὸν πώγων ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος;: καὶ τοῦτο παρῴδηκεν ἐκ τῶν Ἀρχιλόχου Ἐπῳδῶν:

τ̔οίηνδε δ᾽, πίθηκε, τὴν πυγὴν ἔχων . .;’

CURFRAG.tlg-0232.91
Sch. Ar. Ach. 120
καταπροΐξασθαι: ἀπὸ τοῦ προικός, ἣν διαιροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσιν, ὥσπερ προΐξ: ου δωρεὰν δίδοται, φησίν, οὐ δ᾽ ἐν δώρου μέρει12 μου καταγνώσεταίτις, ἀλλ᾽ ἀποδώσει μισθὸν ὧν ἐπράξατο. καὶ ἐπαιτής καὶ προῖκα αἰτῶν προΐκτης λέγεται: οὕτω εὗρον ἐν Ὑπομνήματι Ἐπῳδῶν Ἀρχιλόχου.

ἐμεῦ δ᾽ ἐκεῖνος οὐ καταπροΐξεται.

CURFRAG.tlg-0232.92
Cram. A.P. 4. 55. 12προΐκτης: ... τινὲς δὲ παρὰ τὸ ἵξεσθαι, δωρεάν τινα λαμβάνειν, ὡς Ἀρχίλοχος:” Et. Magn. 689. 1

οὐ μὴν ἀλλὰ Τύχη, καθάπερ παρ᾽ Ἀρχιλόχῳ γυνή:

τῇ μὲν ὕδωρ ἐφόρει
δολοφρονέουσα χειρί, θἠτέρῃ δὲ πῦρ:

CURFRAG.tlg-0232.93
δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.

Plut. Vit. Demetr. 35

εἰσὶ δὲ ἐν τοῖς ποιήμασι καὶ οἱ ἀρρενικῶς οὕτω καλούμενοι ἐπῳδοί, ὅταν μεγάλῳ στίχῳ ἔλαττόν τι ἐπιφέρηται οἷον:

πάτερ Λυκάμβα, ποῖον ἐφράσω τόδε;
τίς σὰς παρήειρε φρένας
ᾗς τὸ πρὶν ἠρήρεισθα; νῦν δὲ πολὺς
ἀστοῖσι φαίνεαι γέλως.

CURFRAG.tlg-0232.94
Heph. π. ποιημ. >7.2. p.71 Cons.

Δωτάδης

CURFRAG.tlg-0232.95
Δώτου υἱός, Λυκάμβας.

Hesych.

π. τὸ τέο ἀντὶ τοῦ τίνος: τοῦτο τὸ τέω τετόλμηται καὶ τέου οἷον

τίς ἆρα δαίμων καὶ τέου χολούμενος ... ,:

CURFRAG.tlg-0232.96
Et. Magn. 752. 15n
τίς γὰρ οὐκ οἷδεν ὅτι πολλοὶ κοινωνήσαντες ἁλῶν καὶ τραπέξης ἐπεβούλευσαν τοῖς συνεστίοις; καὶ πλήρης ἐστὶν Ἑλλήνων καὶ βαρβάρων ἱστορία τοιούτων παραδειγμάτων. καὶ ὀνειδίζων γε Πάριος ἰαμβοποιὸς τὸν Λυκάμβην κατὰἅλας καὶ τράπεζανσυνθήκας ἀθετήσαντά φησι πρὸς αὐτόν:

ὅρκον δ᾽ ἐνοσφίσθης μέγαν
ἅλας τε καὶ τράπεζαν

CURFRAG.tlg-0232.97
Orig. adv. Cels. 2.21 Kτὸν Ἀρχίλοχον οὐδὲν ὤνησαν οἱ ἅλες καὶ τράπεζα πρὸς τὴν ὁμολογίαν τῶν γάμων, ὥς φησιν αὐτός.” Dio Chrys. 74. 16
κήλων μὲν πεποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων: Ἀρχίλοχος: ‘ὥστ᾽ ὄνουκτλ.

δέ οἱ σάθη
ὡσεί τ᾽ ὄνου Πριηνέος
κήλωνος ἐπλήμμυρεν ὀτρυγηφάγου.

CURFRAG.tlg-0232.98
Eust. Od. 1597. 28τρύγη δέ ἐστιν Δημητριακὸς καρπός, ὥσπερὄνου κήλωνος ὀτρυγηφάγουἀντὶ τοῦ κριθοφάγου κατὰ πλεονασμὸν τοῦ ο, ὡς ἐπὶ τοῦ κρυόεις ὀκρυόεις: ὡς παρὰ Ἀρχιλόχῳ.” Et. Magn. 167. 25Ἀρχίλοχος:” Et. Sorb. ap. Gaisf. p. 166. 21 n.

...
κύματι πλαζόμενος,
κἀν Σαλμυδης σῷ γυμνὸν εὐφρονέων ἐτέων13
Θρήϊκες ἀκρόκομοι
5λάβοιεν, ἔνθα πόλλ᾽ ἀναπλήσει κακὰ
δούλιον ἄρτον ἔδων,
ῥίγει πεπηγότ᾽ αὐτον, ἐκ δὲ τοῦ ῥόθου
φυκία πόλλ᾽ ἐπέχοι,
κροτέοι δ᾽ ὀδόντας, ὡς κύων ἐπὶ στόμα
10κείμενος ἀκρασίῃ
ἄκρον παρὰ ῥηγμῖνα, κῦμα δ᾽ ἐξεμέοι.
ταῦτ᾽ ἐθέλοιμ᾽ ἂν ἰδεῖν,
ὅς μ᾽ ἠδίκησε λὰξ δ᾽ ἐφ᾽ ὁρκίοις ἔβη
τὸ πρὶν ἑταῖρος ἐών.

CURFRAG.tlg-0232.99
Pap. Argentorat. Sitz. b. Berl. Akad. 1899. 857

χλαῖνα δηλοῖ σχετλίη, σ᾽ ἐσταλμένη
κυρτόν, ὁτέοισι φιλεῖς
ἀγχοῦ καθῆσθαι. ταῦτα δ᾽ Ἱππῶναξ σκαφεὺς14
οἶδεν ἄριστα βροτῶν,
5οἶδεν δὲ κ᾽ Ἀρίφαντος: μάκαρ ὅτις
μήδαμά κως ἔϊδε
γράσου πνέοντα φῶρα: τῷ χυτρεῖδ᾽ ὅτε
Αἰσχυλίδῃ πολέμει,
ἐκεῖνος ἤμερσέν σε παρθενηΐης,15
10πᾶς δὲ πέφηνε λόγος.

Pap. Argentorat. Sitz. b. Berl. Akad. 1899. 857

τὸ τετράμετρονδακτυλικὸνεἰς δισύλλαβον καταληκτικόν, πρῶτος μὲν ἐχρήσατο Ἀρχίλοχος ἐν Ἐπῳδοῖς:

φαινόμενον κακὸν οἴκαδ᾽ ἄγεσθαι

CURFRAG.tlg-0232.100
Heph. 7. 2. p. 21 Cons.
τὸ μέλος καὶ στάσεων καὶ ταραχῶν εἷναι καταπαυστικόν ... διὸ καὶ τὸν Ἀρχίλοχον λέγειν:

κηλεῖται δ᾽ ὅτις ἔστιν ἀοιδαῖς.

CURFRAG.tlg-0232.101
Philod. Mus. 20 K ...
τρίμετρον δὲ καταληκτικὸντροχαϊκόν), οἷόν ἐστι τὸ Ἀρχιλόχου, τινες ἀκέφαλον ἰαμβικὸν καλοῦσι:

Ζεῦ πάτερ, γάμον μὲν οὐκ ἐδαις άμην.

CURFRAG.tlg-0232.102
Heph. 6. 2. p. 18
ἔστι δὲ ἐν αὐτῷτῷ τροχαϊκῷἐπίσημον κα τὸ δίμετρον βραχυκατάληκτον, τὸ καλούμενον ἰθυφαλλικόν: πρῶτος μὲν Ἀρχίλοχος κέχρηται, συζεύξας αὐτο δακτυλικῷ τετραμέτρῳ οὕτως:

οὐκέθ᾽ ὁμῶς θάλλεις ἁπαλὸν χρόα: κάρφεται γὰρ ἤδη.

CURFRAG.tlg-0232.103
Heph. 6. 3. p. 19
Ὁμήρου εἰπόντος(Il. 21. 353)τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύεςἀκολούθως ἐποίησε καὶ Ἀρχίλοχος:

πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.

CURFRAG.tlg-0232.104
Ath. 7. 299a ...
τὸ γὰρ ἀπτερύονται οἱονεὶ τὰ πτερὰ χαλάσαντες ἀντὶ τοῦ διασείουσι τὰς πρέρυγας ὑποστρέψαντες: διακινοῦσι γὰρ τὰς πτέρυγας ἤτοι ὑφ᾽ ἡδονῆς τὴν κοίτην καταλαβόντες τὴν ἐκ τοῦ ἀέρος διατινάσσοντες ἰκμάδα. καὶ παρ᾽ Ἀρχιλόχῳ ὑφ᾽ ἡδονῆς σαλευομένη κορώνη

... ὡς κηρύλος
πέτρης ἐπὶ προβλῆτος ἀπτερύσσετο.

CURFRAG.tlg-0232.105
Sch. Arat. 1009
ψόγος Ἀφροδίτης: καὶ ὅτι φαῦλον ἔρως καὶ πόσων εἴη κακῶν γεγονὼς αἴτιος: Ἀρχιλόχου:

τοῖος γὰρ φιλότητος ἔρως ὑπὸ καρδίην ἐλυσθεὶς
πολλὴν κατ᾽ ἀχλὺν ὀμμάτων ἕχευεν,
κλέψας ἐκ στηθέων ἁπαλὰς φρένας.

CURFRAG.tlg-0232.106
Stob. Fl. 64. 11
καὶ ἔτιεὖτε πρὸςκτλ.

εὖτε πρὸς ἄεθλα δῆμος ἠθροΐζετο,
ἐν δὲ Βατουσιάδης

CURFRAG.tlg-0232.107
Heph. π. ποιημ. 7. 2. p. 71 Cons ... π. καταληκτικῶν: ἐὰν δὲ τρισύλλαβος ποὺς τὸ μέτρον συνιστάς, δύναται καὶ παρὰ δύο συλλαβὰς εἶναι τὸ καταληκτικόν, οἷον ἐπὶ δακτυλικοῦἐν δὲκτλ. ἐνταῦθα γὰρ δης συλλαβὴ ἀντὶ τρισυλλάβου κεῖται.” Heph. Ench. 4. 2. p. 13 Cons.

Σελληϊάδεω

CURFRAG.tlg-0232.108
Σελλέως υἱὸς μάντις Βατουσιάδης τὸ ὄνομα.

Hesych.

πρόκειται τὰ πράγματ᾽ αὐτοῖςτοῖς θεοῖςὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτοΖεὺς ἐν θεοῖσικτλ., καὶ ὅτι γε δ᾽ αὐτὸ τοῦτο αὐτὸς οὗτος ποιητὴς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ: ‘καὶ τέλοςκτλ.

Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος
καὶ τέλος αὐτὸς ἔχει.

CURFRAG.tlg-0232.109
Aristid. Or. 2. 51
de pentametro iambico catalecto: Hoc potest dividi in dimetrum acatalectum Archilochium, de quo supra docui,

fa/b' ou)=los ei(/lkusas fi/lous.16

CURFRAG.tlg-0232.110
Mar. Plot. Gr. Lat. 6. 2. 527 K
π. περδίκων: τοῦ δὲ ὀνόματος αὐτῶν ἔνιοι συστέλλουσι τὴν μέσην συλλαβήν, ὡς Ἀρχίλοχος:

πτώσσουσαν ὥστε πέρδικα

CURFRAG.tlg-0232.111
Ath. 9. 388 f
γενναῖα λέγει τὰ εὐγενῆ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος:

πάρελθε, γενναῖος γὰρ εἶς.

CURFRAG.tlg-0232.112
Ath. 14. 653 d

ναὶ ναὶ μὰ μήκωνος χλόην:

CURFRAG.tlg-0232.113
ὅρκος ἐπὶ χλευασμῷ.

Suid.

θῳή: ... ἔχει δὲ τὸ ι ἐκ παραδόσεως, ἐπειδὴ εὕρηται θωϊή, ὡς παρ᾽ Ἀρχιλόχῳ:

ὡς δ᾽ ἄν ς ε θωϊὴ λάβοι

CURFRAG.tlg-0232.114
Et. Magn. 26. 23
εἴωθε καὶ Ἀρχίλοχος μελάμπυγον τοῦτοντὸν ἀετὸνκαλεῖν:

μή τευ μελαμπύγου τύχῃς

CURFRAG.tlg-0232.115
Sch. Il. 24. 315
ἐμπελάδην, σίνεγγυς, , ὡς ἔνιοι, χωρίς: καὶ Ἀρχίλοχος ἐπι τοῦ χωρίς:

ἔμπλην ἐμοῦ τε καὶ Φόλου

CURFRAG.tlg-0232.116
Apoll. Soph. 67
λεωκόρητος: ἐξωλοθρευμένος: τὸ γὰρ λέως ἐστὶ τελέως: Ἀρχίλοχος:

λείως γὰρ οὐδὲν ἐπρόν εο ν.

CURFRAG.tlg-0232.117
Phot. Lex.
Θαργήλια: Ἀπόλλωνος ἑορτὴ καὶ ὅλος μὴν ιερὸς τοῦ θεοῦ: ἐν δὲ τοῖς Θαργηλίοις τὰς ἀπαρχὰς τῶν φυομένων ποιοῦνται καὶ περικομίζουσι: ταῦτα δὲ Θαργήλιά φασιν: καὶ μὴν Θαργηλιών: καὶ τὴν εὐετηρίαν ἐκάλουν Θαργηλόν: καὶ Ἀρχίλοχος:

Φησῖν᾽, ἕως φᾷ: νῦν ἄγει Θαργήλια.

CURFRAG.tlg-0232.118
Hesych.
κοίρανος Μιλήσιος ἰδὼν ἁλιέας τῷ δικτύῳ λαβόντας δελφῖνα καὶ μέλλοντας κατακόπτειν, ἀργύριον δοὺς καὶ παραιτησάμενος ἀφῆκεν ἐς τὸ πέλαγος. καὶ μετὰ ταῦτα ναυαγία χρησάμενος περὶ Μύκονον καὶ πάντων ἀπολομένων μόνος μόνος ὑπὸ δελφῖνος ἐσώθη Κοίρανος. τελευτήσαντος δ᾽ αὐτοῦ γηραιοῦ ἐν τῇ πατρίδι καὶ τῆς ἐκφορᾶς παρὰ τὴν θάλατταν γιγνομένης, κατὰ τύχην ἐν τῷ λιμένι πλῆθος δελφίνων ἐφάνη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μικρὸν ἀπωτέρω τῶν ἐκκομιζόντων τὸν Κοίρανον, ὡσεὶ συνεκφερόντων καὶ συγκηδευόντων τὸν ἄνθρωπον.” Phylarch. ap. Ath. 13. 606dκοίρανος ὄνομα, τὸ γένος ἐκ Παρου, δελφίνων τινῶν ἐν Βυζαντίῳ βόλῳ περιπεσόντων καὶ ἑαλωκότων, δοὺς ἀργύριον οἱονεὶ λύτρα τοῖς ἠγρευκόσιν ἀφῆκεν αὐτοὺς ἐλευθέρους, ἀνθ᾽ ὧν τὴν χάριν ἀπείληφεν. ἔπλει γοῦν ποτε πεντηκόντορον ἔχων, ὡς λόγος, Μιλησίους τινὰς ἄγουσαν ἄνδρας, ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶτῶν ἄλλων διαφθαρέντων, τὸν Κοίρανον ἔσωσαν δελφῖνες: ὑπὲρ ἧς εἶχον εὐεργεσίας φθάσαντες τὴν ἴσην ἀντιδιδόντες. καὶ ἔνθα ἐξενήξαντο ὀχοῦντες αὐτὸν ἄκρα δείκνυται καὶ ὕπαντρος πέτρα, καὶ καλεῖται χῶρος Κοιράνειος. χρόνῳ δὲ ὕστερον τεθνεῶτα τόνδε τὸν Κοίρανον θαλάττης πλησίον ἔκαον. εἶτα μέντοι αἰσθόμενοί πόθεν οἱ δελφῖνες ἠθροίσθησαν, ὥσπερ οὖν ἐπὶ τὸ κῆδος ἥκοντες, καὶ ἐς ὅσον πυρὰ ἐνήκμαζε καομένη, παρέμειναν ὡς φίλῳ φίλος πιστός. εἶτα μέντοι κατασβεσθείσης οἵδε ἀπενήξαντο.” Ael. N.A. 8.3κοίρανος ... Πάριος γὰρ ὢν τὸ γένος ἐν Βυζαντίῳ δελφίνων βόλον, ἐνσχεθέντων σαγήνῃ καὶ κινδυνευόντων κατακοπῆναι, πριάμενος μεθῆκε πάντας. ὀλίγῳ δὲ ὕστερον ἔπλει πεντηκόντορον ἔχων, ὥς φασι, Μιλησίων ἄνδρας ἄγουσαν, ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, ἐκεῖνον λέγουσι δελφῖνος ὑποδραμόντος αὐτῷ καὶ ἀνακουφίζοντος ἐξενεχθῆναι τῆς Σικύνθου κατὰ σπήλαιον, δείκνυται μέχρι νῦν καὶ καλεῖται Κοιράνειον. ἐπὶ τούτῳ δὲ λέγεται ποιῆσαι τὸν Ἀρχίλοχον: Π̔εντήκοντ᾽ ἀνδρῶν᾽ κτλ. ἐπεὶ δὲ ὕστερον ἀποθανόντος αὐτοῦ τὸ σῶμα πλησίον τῆς θαλάττης οἱ προσήκοντες ἔκαον, ἐπεφαίνοντο πολλοὶ δελφῖνες παρὰ τὸν αἰγιαλόν, ὥσπερ ἐπιδεικνύντες ἑαυτοὺς ἥκοντας ἐπὶ τὰς ταφάς, καὶ παραμείναντες ἄχρι οὗ συνετελέσθησαν.” Plut. Soll. An. 36συνγέγραφεν Δημέας οὐ μόνον περὶ τὴν ἄλλων δό-
ξαν ἀλλὰ καὶ τοῦ ποιητοῦ Ἀρχιλόχου τὰς ἀρετὰς καὶ τῆς
λαμπρυνομένης εὐσεβίας καὶ τῆς περὶ τὴν Πάρον φιλοπα-
τρίας καὶ τῶν ὑπ᾽ αὐτοῦ17 πεπραγμένων ὑπὲρ τῶν Παρί-
ων πολλῶν καὶ μεγάλων ἀγαθῶν δέκα βυβλία
παρὲκ τοῦ ἀνηγαγωχότος ταῦτα εἰς ἄρχοντας τοὺς
ἐτησίους. γέγραφεν δὲ Δημέας ἕκαστα τῶν πεπραγμέ-
νων καὶ γεγραυμένων ὑπὸ Ὰρχιλόχου κατ᾽ ἄρχοντα
ἕκαστον: καὶ ἦρκται ἀπὸ ἄρχντος πρῶτον Εὐρέου, ἐφ᾽ οὗ
δοκεῖ πεντηκόντορος Μιλησίων πρέσβεις ἀγαγοῦσα
καὶ ἀνακομιζομένη ἐπὶ Μιλήτου διαφθαρῆναι ἐν πόρῳ
τῷ Ναξιακῷ, καὶ σωθῆναι ἕνα τινὰ αὐτῶν, τὸ ὄνομα Κοίρα-
νος, ὑπὸ δελφῖνος ἀναλημφθέντα, καὶ ἐκπεσόντα ἐπὶ τὰ
Ἐπισυρίων παράκτια εἴς τι σπήλαιον, σὺν φύλακι ἐαθῆναι
ἐκεῖθεν ἀθῷον κατὰ πρεσβευτησίαν. τὸ δὲ σπήλαιον τοῦτο
ἔτι νῦν ἱερὸν ἔχομεν, καὶ ἀπ᾽ αὐτοῦ Κοιράνειον καλεῖται.
καὶ ἀπῴκισε μετ᾽ Ἀρχιλόχου Κοίρανος ἐν τῷ δευτέρῳ
ἀποικισμῷ τῆς Θάσου καὶ ἐν τῷ πολέμῳ, οὗ μνήμην ποιεῖ-
ται Ἀρχίλοχος τήνδε:

πεντήκοντ᾽ ἀνδρῶν λίπε Κοίρανονͅ ἤπιος Ποσειδῶν
ναυαγίας σωθέντ᾽ ἕνα,
ὅς τ᾽ ἐλαχυ?ͅπτέρυγον δελφῖν᾽18 ἐκελήτισ᾽ εἰς Σίκυνθον.19
...

CURFRAG.tlg-0232.119
Inscr. Gr. 12. 5. 445 + p. 31520, A Col. 1

“ ... χρυσὸν δὲ τέμνοντας
φέροντας τοὺς Θρᾶκας ἂν στερῶσιν Πάριοι, πάντα πάλιν
ἀποκαταστήσασθαι αὐτοῖς. διασαφεῖ δὲ ταῦτα πάν-
τα οὕτως Ἀρχίλοχος σκώπτων ὅτι ἐψευδόρκησαν:

τόλμαν ἐκπρέπουσαν εἶδεν, εἴ τις ἦν ἀναιβάτης,
ἀνͅγράφη τ᾽ ἔτης Ἀρῇος Ἐξακεστομαλκιδῶν:21
ὡς φάα χροͅὶ προσίζει, τὼς22 παῖς Πεισιστράτου
ἄνδρας εὖ νωμῶντας αὐλὸν καὶ λύρην ἀνῆρ᾽23 ἄγων
εἰς Θάσον, φωσὶ Θρέϊξιν δῶρ᾽ ἔχων ἀκήρατον
χρυσόν: οἰκείῳ δὲ κέρδει ξύν᾽ ἐποίησαν κακά.

CURFRAG.tlg-0232.120
ὅτι τοὺς Θρᾷκας
ἀποκτείναντες αὐτοὶ οἱ μὲν αὐτῶν ὑπὸ Παρίων
ἀπεπνίχησαν, οἱ δὲ δρῆσται ἀπάχθησαν ὑπὸ τῶν Θραχͅ-
κῶν. μετὰ ταῦτὰ πάλιν γίνεται ἄρχων Ἀμ-
φίτιμος, καὶ ἐν τούτοις διασαφεῖ πάλιν ὡς
ἐνίκησαν καρτέρως τοὺς Ναξίους, λέγων
οὕτω:

τῶν δ᾽ ἀνωτάτη Τύχη
ἵλαος παρασταθεῖσα φᾶ τ᾽ ἔβαινέ θ᾽, τ᾽ ἴῃ
ἄρχεν, ἦν τ᾽ αἴειν ἀϋτῆς τῆς πολυ τλαντος λεώ:
κοὔτις ἦν τῶν ῥιψακόντων ωὑκ24 ἐφημμένη σερίς,
ἀλλ᾽ ἀκόντισαν: τόσοι τ᾽ ἄρ᾽ ἀθρόοις ἐξάλμασι
τῆλ᾽ ἐͅπέκθεον, τόσ᾽ ἔλλαβ᾽ Ἀΐδης ἑλώρια.
ὅν τ᾽ ...

CURFRAG.tlg-0232.121

Col. 4.

ὥς φησιν
Δημέας, ἀλλὰ ἐνίκησαν: ὅτι δ᾽ ἀληθῆ λέγει
δηλοῖ ποιητὴς οὕτω:

Τροπαῖον ἕστηκ᾽: εὐφρόνη δ᾽ ἐπὶ στρατὸν
ἦλθ᾽, οὐδὲ χείρον᾽ ὧν ἐόλπεμεν τὰ νῦν
ἐεργμέν᾽, ἀλλὰ τῆσδε γῆς κρατήσατε
ὅͅπη μ᾽ ἔσωσε ῥαχίης Ποσειδέων,
οὗ χωρὶς οὐκ ἂν τέͅμενος ἀλλ᾽ ἀνωφελῆ
γῆν εἴχεθ᾽ οἵας μὴ θεοὶ συνοικέͅται.

CURFRAG.tlg-0232.122
ὅτι δὲ Γλαῦκος τὸν στρατηγὸν τῶν Θρᾳκῶν̣μονα-
χὸν μάχῃ κρατήσας ἀπέκτεινεν, ὥς φησιν Δημέας,
δηλοῖ ποιητὴς διὰ τῶν ἰάμβων οὕτω:

Γλαῦκ᾽, οὐ σὺ γυι̂ͅον καὶ φρένας τρέσεις ἰὼν
ἐς ὄψιν Ἀρέως: οὐ γὰρ ἦσθα τἆρ᾽ ὅτις
σῆς γῆς ἐπιμνήσαιο ῥᾳθυμῶν μόνον,
παρὰ πότον τὰ δειͅνὰ τολμήσας μέθῃ
Ἄρει τραπείης νῶτον: ἀλλ᾽ ἡγήτορα
ἀνεῖλες αἰχμῇ, καὶ μόνος μαχεύμενος
πολλῶν κρατεῖς:ισὸν δ᾽ ἔσκε καὶ χόλῳ φοβεῖν.

CURFRAG.tlg-0232.123
ἐκδημία δ᾽ ἦν αὐτῷ οὐδεμία
εἰ μὴ οἱ εἰς τὴν Θάσον πλοῖ, οὓς ἔπλευσε πολλούς, φοι-
τήσας καὶ παρ᾽ ἑταίραν τινὰ θυγατέρα οὖσαν ταύτης
τῆς γαύρας ᾗτινι ὀνειδίζει διὰ τῶν ἰάμβων οὕτω:

πῶς δὴ τοιαῦτα βήσομ᾽ ἀγκαλίσματα;
οὐ σῦχ᾽ ἕλωμαι πρόͅτερον ἀχραδινέων;

CURFRAG.tlg-0232.124
ὡς δ᾽ Δημέας φησί, συνήγαγεν ἀπι-
ὼν τῆς Θάσου καὶ δάμαρτι ἐχρήσθη αὐτῇ καὶ οὐ παλ-
λακῇ: ὅτι δ᾽ ἀληθῆ λέγει Δημέας ταῦτα γράφων
ὑπὲρ ταύτης τῆς παλλακῆς, δηλοῖ Ἀρχίλοχος παρὰ
τάδε:

χιλίους γὰρ ἄνδρας εἶχες, ἥτις ἄνδρ᾽ ἔχεις ἕνα.

CURFRAG.tlg-0232.125
καὶ
ταῦτα:

γυναῖκά σ᾽ εἷλον γαμέτιν, ἧς λεωφόρου
τύχησα, ταῖς μαίαισι δ᾽ ἧς τέξαις γονῆς
πιστός τις ὢν πέφηνα παιδαναιρέτης.

CURFRAG.tlg-0232.126
μετὰ δ᾽ ἑπτὰ ἔτη, ὥς φησι Δημέας, διέ-
στησαν: ὅτι δ᾽ ἀληθῆ λέγει, δηλοῖ ποιητὴς λέγων
τάδ᾽:

Ἔτεξας, Τέρεινα, τὴν ἐγὼ θορὴν
ἔν σοι γάμῳ φύτευͅς α παραφερνησίω:25

CURFRAG.tlg-0232.127
καὶ παρὰ τάδε:

Ἣν πρόσφατον ποίη?ͅς α τεταριχευμένην
τοὔμπροσθε κέρκῳ μυͅρίᾳ Καβαρνίδι,
ἀκήρατος συνῶρος ἑπτὰ ταῦτ᾽ ἔτη
ἔχω μίαν γυναῖκά σ᾽: ἀλλ᾽ ὡρᾳζέαι
διαφρονεῦσα, καὶ κασαλβάδας δέκα
ἀπ εό ντι δώμαθ᾽ ἵκἐ εἰσάγουσά μοι.
μεταμφίευ δὲ κἄξιθι πρὸς ἑσπέραν,
καὶ κῶλ᾽ ἀρεῦ βινεῦσιν ᾐθέοις πάλιν.

CURFRAG.tlg-0232.128
καὶ ταῦτα:

πῆ βήσεαι νέορτον ἐπι γαμέειν πόσιν;
τίθει δ᾽ ὀͅχῇα βατράχῳ Σεριφίω:
κᾆτ᾽ εὐπορήσεις διψέουσ᾽, ἐὰν δ᾽ ἄρα
βινητιήσῃς, στριφνὰ βινηθήσεαι:

CURFRAG.tlg-0232.129
ὡς δέ φησιν Δη-
μέας, ἐπ᾽ Ἀκραιφνίοις ἐστρατεύσαντο εὐτυχῶς: ὡς
δὲ ἀληθῆ φησιν, Ἀρχίλοχος διασαφεῖ σκωπτων πα-
ρὰ τάδε:

Ἀκραιφνί, πῶς ἔχεις σὺ τῶν πολιτέων;

CURFRAG.tlg-0232.130
ἕκα-
στα δὲ ταῦτα διασαφεῖ ὅτι ἀληθῆ ἐστιν ποιητὴς
παρὰ τάδε:

ἐπεὶ τὰ δεινὰ μηδὲν ἠγνόευν ἔτι,
σαγῶν ἀγόρασαν ἄλφιτα, ξύρης α δὲ
τμήξας ἀπ᾽ ἴτυος ὄχμ᾽, ἵνα στύφω δέρας
τἠμῇ γυναικὶ γηραῶν μυρͅμηκιῶν
μηδ᾽ ἀμπέχω καρῖδα̣):

CURFRAG.tlg-0232.131
καὶ τάδε:

Ἐπεὶ δὲ χειρῶν δούρατ᾽ ἔκπαλλον, κρέων
γαύροις λόγοις ὤρινε: τῶν δ᾽ ἐδάμνατο
ὕβρις: πέλας γὰρ στᾶσ᾽ ἀθηναίη διὸς26
ἀμφ᾽ ἧμιν ὕψι νεῦσεν, Αἰολεῖς δ᾽ ἄρα
θέσαν πρόχουν τριγχοῖσι, κοὐκ Ἰάονες.
ἐπεὶ δ᾽ ἐͅρηκτο πύργος ἀμφαδήν27 σφισιν,
ὃν Κᾶρες ἦραν θέσεϊͅ βαρδίστῃ28 λίθων
ἱδρῶντες, ἡμῖν ἠπύη29 πάσας ἀνα
φυͅ λὰς ἄορτο Λεσβίων φορμιγκτέων,
χεῖρας δὲͅ θέντες χερσὶν ὀρχεῦντο στρατός:
κἀπεκτύπῃσε Ζεὺς Ὀλυμπίων πατήρ.
τῶν δ᾽ οὔτις ἐς τὸ λοιͅπὸν ἦν ἐπήβολος
τῶν πρόσθεν εἶχ᾽, ἀλλ᾽ͅ ἕστασαν πονεύμενοι
καὶ σφέας ἀποσβεῖσ᾽ͅ ἔφθαν᾽ ἣν ἀμφράσσατο
ἕκαστος ἐλπὶς οὐ πάλινͅ φανευμένη,
καθήμενοι δ᾽ ἄβριγδα τήρεον φάος.

CURFRAG.tlg-0232.132

Col. 4
“ ... Ἀπολλώνιο ...
... τῆς
μητρὸς αὐτῆς ... ...
καὶ μετὰ̣ ... ...
... .
... τῆς πατρίδος καὶ Ἀρχιλόχου ἐνταῦθα πάλιν
μέμνηται Δημέας̣) ... ...

τίς σε τὸν ἐν πέτρῃ Μουσῶν θεράποντ᾽ ἐχάραξεν
παῖ Τελεσικλῆος κοῦρε καταγλαΐσας;
λέξω δή σοι ἐγὼ μάλ᾽ ἐτήτυμα, εἰ σὺ μὴ οἶδας:
ἐσθλὸς ἐὼν ἀρετῆς τ᾽ οὐκ ὑπολειπόμενος
Σωσθεὺς Προσθένου υἱὸς ἐμὴν πολύυμνον ἀοιδὴν
τιμῶν ἀενάων αἶσαν ὑπεσπάσατο.
... 30

CURFRAG.tlg-0232.133
B Col. 4
π. ἀσυναρτήτων: γίνεται δὲ τελευταῖος τῆς τετραποδίας διὰ τὴν ἐπὶ τέλους ἀδιάφορον καὶ κρητικός:

καὶ βήσσας ὀρέων δυσπαιπάλους οἷος ἦν ἐπ ἥβης

CURFRAG.tlg-0232.134
Heph. 15. 8. p. 50 Cons.
π. ἰαμβικοῦ καταληκτικοῦ: τρίμετρον δὲ οἷον τὸ Ἀρχιλόχου:

ὄγμος, κακοῦ δὲ γήραος καθαιρεῖ

CURFRAG.tlg-0232.135
Heph. 5.3. p. 16

πάρος: νῆσος, ἣν καὶ

πόλιν

CURFRAG.tlg-0232.136
Ἀρχίλοχος καλεῖ ἐν τοῖς Ἐπῳδοῖς.

Steph. Byz.

πόλλ᾽ οἶδ ἀλώπηξ, ἀλλ᾽ ἐχῖνος ἓν μέγα.

CURFRAG.tlg-0232.137
μέμνηται ταύτης Ἀρχίλοχος ἐν ἐπῳδῇ ... λέγεται δὲ παροιμία ἐπὶ τῶν πανουργοτάτων.

Zenob. 5. 68

ὕμνων


τὸ μὲν Ἀρχιλόχου μέλος
φωνᾶεν Ὀλυμπία
καλλίνικος τριπλόος κεχλαδὼς
ἄρκεσε Κρόνιον παρ᾽ ὄχθον
ἁγεμονεῦσαι κωμάζοντι φίλοις Ἐφαρ-
μόστῳ σὺν ἑταίροις:
ἀλλὰ νῦν, κτλ.

τήνελλα καλλίνικε,
χαῖρ᾽ ἄναξ Ἡράκλεες,
αὐτός τε κα ὶἸόλαος, αἰχμητὰ δύο.
τήνελλα καλλίνικε
χαῖρ᾽ ἄναξ Ἡράκλεες.

CURFRAG.tlg-0232.138

Pind. Ol. 9
“(ά) ... ἔθος δὲ ἦν κωμάζειν τὴν νίην τοῖς νικηφόροις μετ᾽ αὐλητοῦ: μὴ παρόντος δὲ αὐλητοῦ εἶς τῶν ἑταίρων ἀνακρουόμενος ἔλεγε: τ̔ήνελλα καλλίνικε.' -- (β́τὸ μὲν Ἀρχιλόχου μέλος, τοῖς νικῶσι τὰ Ὀλύμπια ἐπῄδετο, ἦν τρίστροφον, κοινῶς δυνάμενον ἁρμόζειν ἐπὶ παντὸς νικηφόρου διὰ τὸ κατὰ τῆς πράξεως αὐτῆς ψιλὸν ἔχειν τὸν λόγον, μήτε δὲ ὄνομα μήτε ἰδίωμα ἀγωνίσματος. ἐφυμνίῳ δὲ κατεχρῶντο τούτω: ‘ τήνελλα καλλίνικε’ ... --(γ́τὸ δὲ τριπλόος ὅτι τρὶς ἐπεκελάδουν τὸ καλλίνικε. οὐ καθόλου δὲ τρίς, ἀλλ᾽ ὅτι τριπλῆν ἔχει τὴν στροφὴν καὶ πάλιν ἀναλαμβάμεται. Ἐρατοσθένης δέ φησι μὴ ἐπινίκιον εἶναι τὸ Ἀρχιλόχου μέλος, ἀλλ᾽ ὕμνον εἰς Ἡρακλέα: τρίπλοον δὲ οὐ διὰ τὸ ἐκ τριῶν στροφῶν συγκεῖσθαι, ἀλλὰ διὰ τὸ τρὶς ἐφυμνιάζεσθαι τὸ καλλίνικε. περὶ δὲ τοῦ τήνελλα Ἐρατοσθένης φησὶν ὅτι ὅτε αὐλητὴς κιθαριστὴς μὴ παρῆν, ἔξαρχος αὐτὸ μεταλαβὼν ἔλεγεν ἔξω τοῦ μέλους, δὲ τῶν κωμαστῶν χορὸς ἐπέβαλλε τὸ καλλίνικε, καὶ οὕτω συνειρόμενον γέγονε τὸ `τήνελλα καλλίνικε.᾿ δὲ ἀρχὴ τοῦ μέλους ἐστίν: ` καλλίνικἐ κτλ.--(δ́Ἀρχίλοχος τῶ Ἡρακλεῖ ὕμνον ποιήσας, ἀπορήσας κιθαρωδοῦ διά τινος λέξεως τὸ μέλος ἐμιμήσατο. συντάξας οὖν τοῦτο τὸ κόμμα τήνελλα, οὕτως τὰ ἑξῆς ἀνεβάλλετο, καὶ αὐτὸς μὲν τὸ μέλος τῆς κιθάρας ἐν μέσω τῷ χορῷ ἔλεγε, τὸ τήνελλα, δὲ χορὸς τὰ ἐπίλοιπα. ἐκ τούτου τὸ λοιπὸν οἱ ἀποροῦντες κιθαρῳδῶν τούτω τῷ κόμματι ἐχρῶντο τῷ τήνελλα. τὸ δὲ ὅλον οὕτως: `τήνελλἀ κτλ.” Sch. Pind. Ol. 9ἀλαλαλαὶ ἰὴ Παιών, τήνελλα καλλίνικος, ιδαιμόνων ὑπέρτατε.” Ar. Au. 1764τὸ τήνελλα μίμησίς ἐστι φωνῆς κρούματος αὐλοῦ ποιᾶς ἀπὸ τοῦ ἐφυμνίου οὗ εἶπεν 'Ἀρχίλοχος εἰς τὸν Ἡρακλέα μετὰ τὸν ἆθλον Αὐγέου, `τήνελλἀ κτλ. δοκεῖ δὲ πρῶτος Ἀρχίλοχος νικήσας ἐν Πάρω τὸν Δήμητρος ὕμνον ἑαυτῷ τοῦτον ἐπιπεφωνηκέναι.” Sch. Ar. Au. 1764

Ἰοβάκχων


ἄλλο ἀσυνάρτητον ὁμοίως κατὰ τὴν πρώτην ἀντιπάθειαν ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου καὶ τροχαϊκου ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷον τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις:

Δήμητρος ἁγνῆς καὶ Κόρης τὴν πανήγυριν σέβων

CURFRAG.tlg-0232.139
Heph. 15. 16. p. 52 Cons.

Βέχειρ ...

χρυσοέθειρ

CURFRAG.tlg-0232.140
παρ᾽ Ἀρχιλόχῳ ἐν Ἰοβάκχοις, ὅπερ ἀποκέκοπται τοῦ χρυσοέθειρος.

Steph. Byz.

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

17

18

19

20 A 1st Cent. B.C., letters about 1/4 inch high; B transcript of stone now lost, said to have been of Macedonian or Roman times

21

22

23

24

25

26

27

28

29

30 the first two beginning Σωφροσύνης οἴακα and ἐμέο̣), and the last ending Πάρος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: