previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Β´ Ἐπῶν


ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος:

Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται
ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.

CURFRAG.tlg-0336.3
Plut. Orb. Lun. 25
π. Στίλπωνος: πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ‘ Κράτηςεἶπε, ‘δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ’ (ὅπερ ἦν νοῦ καὶ ἱματίου): καὶ τὸν ἀχθεσθέντα1 παρῳδῆσαι εἰς αὐτὸν οὕτω:

καὶ μὴν Στίλπων᾽ εἰσεῖδον χαλέπ᾽ ἄλγἐ ἔχοντα
ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:
ἔνθ᾽ ἔτ᾽ ἐρίζεσκεν, πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι:
τὴν δ᾽ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.

CURFRAG.tlg-0336.4
Diog. L. 2. 118
φαίνεται δὴ Μενέδημος σεμνὸς ἱκανῶς γενέσθαι, ὅθεν αὐτὸν Κράτης παρῳδῶν φησι:

Φλειάς ιό ν τ᾽ Ἀσκληπιάδην καὶ ταῦρον Ἐρετρῆ.2

CURFRAG.tlg-0336.5
Diog. L. 2. 126
οὐχ ὁρᾷς ὡς πολλὰ μὲν γῆ παρέχει, πολλὰ δὲ θάλαττα; ‘καὶ μὴν Μικύλον εἰσεῖδον᾽ φησὶν Κράτης τ̔ῶνκτλ:

καὶ μὴν Μικύλον εἰσεῖδον
... τῶν ἐρίων ξαίνοντα γυναῖκά τε συγξαίνουσαν,
τὸν λιμὸν φεύγοντας ἐν αἰνῇ δηϊοτῆτι.

CURFRAG.tlg-0336.6
Plut. de Vit. Aere Al. 7

π. Κράτητος: τούτου παίγνια φέρεται τάδε:

Πήρη τις πόλις ἐστὶ μέσῳ ἐνὶ οἴνοπι τύφῳ
καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,
εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος,
οὔτε λίχνος πόρνῃς ἐπαγαλλόμενος πυγῇσιν:
ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους:
ἐξ ἧς οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

CURFRAG.tlg-0336.7
Diog. L. 6. 85

καὶ Ἀντισθένης δὲ μανῆναι μᾶλλον ἡσθῆναι αἱρεῖται, τε Θηβαῖος Κράτης φησί:

τῶν δὲ κρατεῖ ψυχῆς ἤθει ἀγαλλομένη,3
οὔθ᾽ ὑπὸ χρυσείων δουλούμενοι οὔθ᾽ ὑπ᾽ ἐρώτων
τηξιπόθων οὐδ᾽ αὖ τι συνέμπορόν ἐστι4 φίλυβρι.

CURFRAG.tlg-0336.8
καὶ τὸ ὅλον ἐπιλέγει:

ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι
ἀθάνατον βασίλειαν Ἐλευθερίαν ἀγαπῶσιν.5

CURFRAG.tlg-0336.9

Clem. Al. Str. 2. 492

μὲν οὖν Κράτης διὰ τρυφὴν καὶ πολυτέλειαν οἰόμενος οὐχ ἥκιστα τὰς στάσεις καὶ τὰς τυραννίδας ἐμφύεσθαι ταῖς πόλεσι μετὰ παιδιᾶς παρῄνει:

μὴ πρὸ φακῆς λοπάδ᾽ αὔξων
ἐς στάσιν ἄμμε βάλῃς.

CURFRAG.tlg-0336.10
Plut. Sanit. 7

καὶ τί ἔχει δυσχερὲς ἐπίπονον πενία; οὐ Κράτης καὶ Διογένης πένητες ἦσαν; καὶ ὡς ῥᾳδίως διεξήγαγον ἄτυφοι γενόμενοι καὶ ἐπαῖται καὶ διαίτῃ εὐτελεῖ καὶ λιτῇ δυνάμενοι χρήσασθαι. ἀπορία καὶ δάνεια περ.έστηκεν;

Κόγχον καὶ κύαμον σύναγ᾽ ἄγγεϊ,6 κἂν τάδε δράσῃς
ῥηϊδίως στήσεις πενίας κάθ᾽, ἑταῖρε,7 τρόπαιον:

CURFRAG.tlg-0336.11
φησὶν Κράτης.)

Teles ap. Stob. Fl. 5. 67

π. Κράτητος: ἔστιν αὐτοῦ καὶ τόδε:

ταῦτ᾽ ἔχω, ὅσσ᾽ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν᾽ ἐδάην: τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

CURFRAG.tlg-0336.12
Diog. L. 6. 86
π. Κράτητος: ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς, οἱ δὲ ἐν Κορίνθῳ ὑπὸ Εὐθυκράτους, καὶ ἑλκόμενος τοῦ ποδός, ἐπέλεγεν ἀφροντιστῶν:

ἕλκε ποδὸς τεταγὼν διὰ βηλοῦ θεσπεσίοιο.

CURFRAG.tlg-0336.13
Diog. L. 6. 90.

1

2

3

4

5

6

7

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. M. Edmonds, 1931)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: