agathias scholasticus
εἰς εἰκόνα Σατύρου πρὸς τᾖ ἀκοᾖ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένουαὐτομάτως, σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει;
ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ; [p. 306]
ὃς δὲ γελῶν σίγησεν: ἴσως δ᾽ ἂν φθέγξατο μῦθον,
ἀλλ᾽ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.
οὐ γὰρ κηρὸς ἔρυκεν: ἑκὼν δ᾽ ἠσπάζετο σιγήν,
θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.